Patrologia Graeca 100

by Jacques-Paul Migne

495-496

65. Quod vero magnopere Mamonæ tempora A ξε'. "Οτι δὲ μάτην ἐπὶ τοῖς χρόνοις ἐκείνου ἐγκαλωπίζονται, καὶ τοῦτο τῆς ἐκείνων ἀδελτερίας καὶ ἀλογίας ἄξιον· πλεῖστα γὰρ καὶ ἱστορούντων καὶ λεγόντων ἔστιν ἀκούειν· εἰσὶ γὰρ καὶ νῦν ἔτι τῷ βίῳ περιλειπόμενοι, καὶ οἶα κήρυκες τούτων διατηρούμενοι. Δι' ὧν μαθεῖν τοῖς βουλομένοις πάρεστιν, δσα καὶ οἶα τὰ ἐκ τῆς θείας ὁργῆς ἐπέλαδε τηνικαῦτα δεινά· ἐξ οὔ τὰ τῆς καθ' ἡμᾶς πίστεως καθυδρίζεσθαι ἤρκται, καὶ τῶν Ἐκκλησιῶν ἐκπορθεῖσθαι ἡ εὐστάθεια, οἶαι θεἡλατοι πληγαὶ, καὶ παιδεῖαι, καὶ πάθη βαρύτατα καὶ μήνιδες· ὧν τῷ πλήθει καὶ τῷ μεγέθει τῶν συμφορῶν ὑπερεκπληττόμενοι, τῶν τότε παρόντων τινὲς, εὐκαίρως καὶ εἰς δέον χρώμενοι, ἱστορίῳ παραδοῦναι ἄξιον ψήθησαν, καὶ τὰ εἴδη τῶν κακῶν εἰς πεῖραν ἀγόμενα τοιαῦτα· ὁ μὲν λοιμικὸς θάνατος δς τοῖς ἀνθρώποις ἐπεπορεύετο, οὐδ' ἄν τις ἐξαριθμήσαιτο, εἰς δσον πλῆθος αὐτῶν ἐπενείματο, ἐξ οὔ δὴ καὶ διαδρὰς ὁ τῆς ὁργῆς αῖτιος, τῆς βασιλεούσης πόρῥωθεν ὡς τὰ πολλὰ δέει τῶν συμβαινόντων ηὐλίζετο· περί τε γὰρ τὴν Νικομηδέων καὶ τὰ ἐν ἐκείνῃ προάστεια, τὰς διατριδὰς ἐποιεῖτο, καὶ τούτων ἐπέκεινα πολλῷ· τὴν δὲ πληθὺν τὴν ἀπείρονα τῶν ἐξοδευομένων γράμμασι χρώμενοι, οἱ τὰ κατὰ τὴν πόλιν ἐπιτετραμμένοι πράγματα, αὐτὸν ἀνεδίδασκον, χιλιάδων ὡς πλείστων τὸ ἐψ' ἡμέρᾳ ἀριθμουμένων, ὡς καὶ τοὺς τάφους στενοχωρεῖσθαι τοῖς σώμασι· καὶ τὰ τῶν ὑδάτων ἐκδοχεῖα ὑπερπλήρη γίνεσθαι, καὶ εἴ τι ἄλλο χωρίον πρὸς νεκροῦ σώματος ὑποδοχὴν παρετύγχανεν· ὧν ἐνίους μηδὲ τάφῳ παραδίδοσθαι, ἀλλ' ὡς ἀν τύχοι ἀποῥριπτεῖσθαι, καὶ τὴν ἐπ' αὐτοὺς ὁσίαν ἐπιλείπειν· οὐ γὰρ ἤν νεκρὸν ἔνα ἰδεῖν ἐπὶ σκίμποδος ἀγόμενον, τρεῖς δὲ ἢ πέντε τυχὸν, καὶ δσους ἀν οἱ ἀχθοφοροῦντες ἐκκομίζειν ἠδύναντο· δ δὲ παραδοξότατον καὶ πάσης γέμον ἐκπλήξεως, ἔσθ' ὅτε οἱ ἐπὶ τῇ ταφῇ τῶν προτεθνηκότων σπουδάζοντες κατὰ τοὺς τάφους, ἐκείνους προέφθανον· οὔτως ἀθρόον ἀναρπαζόμενοι, καὶ ὥσπερ ἀλλήλοις τῷ θανάτῳ προσεπεμβαίνοντες· καὶ τὰ ἐν τούτοις δείματα, ὡς ἐξαίσιά τε καὶ τερατώδη φαντάσματα, καὶ ἀνθρωπείαις ἀκοαῖς καὶ διανοίαις ξένα καὶ ἀδιάγνωστα, ἄ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐωρᾶτό τε καὶ ἠκούετο εἰς προῦπτον τοῖς πολλοῖς· φαντασιῶν τε καὶ ἀκουσμάτων ὑπὲρ κεφαλῆς ἐπιφαινομένων καὶ ἀπειλούντων τὸν δλεθρον, καὶ προσηγορίαι δή τινες, καὶ ἀριθμὸς τῶν δσον οὔπω τεθνηξομένων ἐξηκούετο· καὶ τὰ μὲν ὑπὲρ γῆν τοιαῦτα καὶ τούτων ἔτι χείρονα, τὰ δὲ πρὶν ὑπὸ γῆν ἢ περὶ γῆν· οὐ γὰρ ἔτι τῶν ἀσεδημάτων τὸ μέγεθος ἔφερεν ὁποῖα τῶν μὲν σεισμῶν καὶ βρασμῶν καὶ ἀνατιναγμῶν τὸ χρῆμα, ὡς ἐξαίσιον καὶ νοῦν καὶ λόγον ὑπεραῖρον ἀνθρώπειον· ὑπεφαίνετο γὰρ αὐτῆς κατακλονεῖσθαι τὰ θεμέλια, καὶ ἐκ πυθμένος ἀνατετράφθαι ἀναδραστόμενα καὶ διιστάμενα, καὶ ὥσπερ ἀρνούμενα τὴν ἐαυτῶν ἔδραν τε καὶ συνέχειαν· ψ οὐδὲ λόγων οἴμαι δεήσειν· αὐτῶν γὰρ τῶν πολυτελῶν οἰκημάτων, καὶ τῶν κτήσεων

(75) Reapse calamitates, nominatimque pestilentias sub Copronymo sævientes, passim historici

Byzantini tum editi tum inediti narrant Et quidem noster ipse Nicephorus in Breviario historico