Patrologia Graeca 100
521-522
κτητο, οἴ τε ἐντυῦθα ἱεροὶ οἶκοι παρ' αὐτοῦ κατασκευασθέντες, οἴ τε κατὰ τὴν 'Εσπερίαν (ι) ἱδρυμένοι κηρύσσουσι· τί τε κατὰ Βαρδάρων ὡς πλεῖστα, δεδωρημένα ἄνωθεν νικητήρια, αἰ βίδλοι περιαγγέλλουσιν· ὧν ἐνὸς διακούσας, εἰ μὴ σοι τὰ τῆς ψυχῆς πεπώρωται καὶ ἀπηχρείωται αἰσθητήρια, εὐγνωμονήσαις ἄν περὶ τάλλα τοῦ ἀνδρὸς ἀνδραγαθήματα· ἐθνῶν γάρ ποτε πολεμίων εἰς πλῆθος ἀξιολογώτατον συμφραξαμένων, καὶ πόλεμον ἐπ' αὐτῷ κινούντων καὶ ἐπανατεινομένων τὸν φρικωδέστατον, ὁ δὲ οἴα τὸν τρόπον φιλόθεος, καὶ τὴν εἰς Θεὸν πίστιν θερμότατος, ὅπερ ἦν αὐτῷ τῶν βουλευμάτων ἄριστον ἐπὶ ταῖς τοιαύταις συμδάσεσι, τῇ μὲν ἐκ τῶν ὅπλων παρασκευῇ ἥκιστα θαρβεῖν, καὶ τῇ ἐκ τῶν στρατεψμάτων μὴ ἐπαυχεῖν πολυπληθεῖα, τῷ μὴ πάνυ τι τὸ ἀσφαλὲς εἰς τὸ ἀνδραγαθίςεσθαι ἔχειν, ἐπὶ τὴν θείαν δὲ συμμαχίαν καταφεύγειν ἀεὶ, τοῦτο καὶ τηνικαῦτα ποιεῖ, ἄμαχον ἔξειν ταύτην ἐπικούρημα πεποιθώς· ἀποστέλλει τοίνυν πρός τινα τῶν κατ' Αἴγυπτον θεοφόρων ἀνδρῶν, ἐπ' ἔργοις παραδόξοις τεθαυμασμένον, ὡς αὐτὸν ἤκειν προτρέπων, ὡς ἄν ταῖς ἐκείνου εὐχαῖς ἐφοδιαζόμενος, τῆς πρὸς τοὺς ἀντιπάλους κατάρξειε μάχης· ὁ δὲ τὴν μὲν παρουσίαν ὑπὸ εὐλαδείας ἀνεδάλετο, εὐχὴν δὲ ἐπὶ τῇ βακτηρία καθ' ἤν ἐπεστήρικτο, καὶ τῷ περιδολαίῳ δ δὴ περιαυχένιον ἔφερε ποιησάμενος, ταῦτα ἐκπέμπει πρὸς Θεοδόσιν· καὶ ὅ γε πιστῶς τε καὶ εὐλαδῶς δεξάμενος, θαρσίσσις τε ἐπ' αὐτοῖς, τὸ μὲν περιδόλαιον, ἀντὶ κόρυθος ἐπὶ τῆς κεφαλῆς, καθάπερ αὐτῷ ἐντέταλτό περιδάλλεται, τῷ δὲ βάκτρῳ ἀντὶ δόρατος τὴν δεξιάν καθοπλίξεται, πρώτιστος δὴ οὔν τοῦ κατ' αὐτὸν στρατιωτικοῦ παντὸς προαφορμήσας, πρὸς τοὺς ἐναντίους χωρεῖ· ἐπεὶ οὔν τοῦτον οἱ Βάρδαροι ἐθεάσαντο, αὐτίκα δὴ μάλα οἴ γε πρὸς φυγὴν ἐτράποντο ἄπαντες, ὑπ' ἀλλήλων τε βαλλόμενοι εἰς μέγα κακὸν ὁλέθρου ἤκον, καὶ ταῦτα μηδενὸς τῶν ἀντιπαρατεταγμένων, μήτε πλησιέσαντος μήτε βαλόντος· οὔτως οὔν λαμπρὸν τρόπαιον ἐν τῷ τότε καιρῷ κατὰ τῶν δυσμενῶν ἐστήσατο· ἐξ ἐκείνου τοίνυν καὶ μέχρι βίου παντὸς, ἐπὶ τοῖς θαυμαστοῖς ὅπλοις καὶ νικοποιοῖς στεφόμενος ὑπὲρ διάδημα βασιλικὸν ἐσεμνύνετο, ἀντὶ παντὸς ὅπλου τούτοις ἀεὶ κοσμούμενός τε καὶ χρώμενος· ταύτης τῆς παραδόξου νίκης ἀπανταχόθι βεδοημένης, οἱ τὴν 'Αλεξάνδρου προσοικοῦντες μεγαλόπολιν, πάνδημον ἐορτὴν καὶ πανήγυριν ἀνὰ πᾶν ἔτος ἐπὶ ταύτη ἤγον, καὶ Εἰκόνιον προσηγόρευον· καὶ γὰρ τοῦ βασιλέως εἰκόνα διέγραψαν, αὐτοῖς ὅπλοις οἴς καθώπλιστο ἀνιστορήσαντες, δι' ἦς τὸ γεγονὸς περὶ αὐτὸν ἐκηρύσσετο θαῦμα (υ).
π. 'Αλλ' οὐχ ὁ οὸς διδάσκαλος Μαμωνᾶς τοιαῦτα, δ' 80. Sed non ita se gessit magister tuus Mamonas, cui nec religio nec fides inerat, sed impudenter atque furiose contra Deum sanctosque viros agebat, qui anathema apud ipsum erant: atque hunc apostolicum angelicumque monasticæ vitæ
(ι) Intellige apprime divi Pauli templum extra Romæ muros decreto seu lege Theodosii Senioris ædificatum.
(υ) Eamdem hanc narrationem habemus diversis verbis apud sanctum Sophronium (in Historia
sanctorum Cyri et Joannis Spicil. Rom. i. IV, p. 237-240) et alios Byzantinorum rerum scriptores, quos inter Hamartolus et Siculus.
(97) Puta basilicam Ostiensem, de qua nos diximus in præfatione ad Symmachum oratorem.