Patrologia Graeca 100

by Jacques-Paul Migne

799-800

prædicamus, Christum suapte natura Deum et Dei A ρύσσομεν. ὅτι κατὰ φύσιν Θεός ἐστιν ἀληθῶς ὁ Χριστὸς, καὶ Θεοῦ Υἱός· καθίκετο δὲ εἰς τὸ τῶν ποιημάτων μέτρον, δι' διπροδολὴν ἀγαθότητος· καὶ εἰδὼς καὶ βουλόμενος καὶ δυνάμενος σώζειν, ἔσωσεν ἡμᾶς καὶ τῆς διαδολικῆς πλάνης ἐβρύσατο, καὶ τῆς θεογνωσίας τὸ δῶρον ἡμῖν ἐχαρίσατο· σοφία δὲ ὧν τοῦ Θεοῦ καὶ Πατρὸς, ἡκιστα ἄν τι τῶν ὅλων ἀγνοήσεις· τῶν δντων γὰρ πάντων ποιητής ἐστι, καὶ οὐδὲν τῶν ὑπ' αὐτοῦ πεποιημένων, ἐκτὸς τῆς γνώσεως αὐτοῦ κείσεται· 'Ο Θεός γὰρ, φησὶ, τῆ σοφία ἐθεμελίωσε τὴν γῆν, ἡτοίμισε δὲ οὐρανὸς ἐν φρονήσει. καὶ πάντα ἀπλῶς ἐν σοφία ἐποίησε. Καὶ. 'Εν αὐτῷ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Καὶ αὐτός ἐστιν ὁ τῆς σοφίας χορηγὸς, καὶ πᾶσαν λογικὴν τῆ σοφοποιῷ δυνάμει σοφίζων φύσιν, ὅτι τῆς σοφίας καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ὁριθμός· εἰ δὲ αὐτός ἐστιν ὁ λέγων, ὅτι Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμὰ ἐστι· καὶ Καθώς ὁ Πατὴρ γινώσκει με, κάγὼ γινώσκω αὐτὸν, καὶ οὐδεὶς εἴδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱός· τὸ μεῖζον ἀπάντων εἰδὼς, σχολῇ γε ἄν τι τῶν ἐλαττόνων ἀγνοήσεις· τὸ γὰρ μὴ οὔτω καὶ κατὰ ταῦτα καὶ φρονεῖν καὶ δοξάζειν, πρὸς τῷ βλασφήμῳ καὶ τὸ ἀδύνατον ἔχει· ὁ τοίνον πάντα εἰδὼς πρὸ γενέσεως, τί ποτε ἄρα ἐστιν ἔξω τῶν πάντων ὁ οὐκ εἴσεται; οὐκοῦν καὶ τὸ σώζειν καὶ πρό γε τῶν ἄλλων ἐπίσταται· ἔνθεν περὰ πᾶσι τοῖς Θεὸν εἰδόσι, συμφώνως καὶ ὁμοφρόνως τὸ Σώτὴρ δνομα αὐτῷ βεβαλωσιν δεξάμενον.

Quod autem salvare sciens, velit etiam revera C Ὅτι δὲ εἰδὼς σώζειν, καὶ βούλεται σώζειν, πειθέτω αὐτὸν; πρῶτον μὲν τὸ, Πάντα ὅσα ἡθέλησεν ὁ Κύριος, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ· ἔπειτα δὲ, ὅτι τὴν τοῦ Πατρὸς βουλὴν ἀρχαίαν ἀληθινὴν, ἡ τὸ σώζειν ἐστὶ, πεπλήρωκεν ὁ τῆς μεγάλης βουλῆς "Αγγελος· οὗ ἡ βουλὴ κατ' οὐδὲν τῆς τοῦ Πατρὸς διενήνοχε· μᾶλλον δὲ αὐτὸς ἐκείνη τυγχάνων ἐστιν, ὥσπερδὴ καὶ σοφία καὶ δύναμις καὶ τὰ περαπλήσια· πῶς δὲ οὐχ ἐκούσιον εἰχε τὸ σώζειν ὁ λέγων· Τὴν ψυχήν μου ἀπ' ἐμαυτοῦ τίθημι, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτὴν; ὁ ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· πῶς δὲ, εἰ μὴ ἔσωζειν, οὐ θέλει τὸν θάνατον τοῦ ἀραρτωλοῦ, ὡς τὸ ἀποστρέφειν αὐτὸν ἐκ τῆς ιδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ ζῇν αὐτόν; Διὸ σώζειν βουλόμενος, καὶ προνοεῖ· οὐκοῦν καὶ πρόνοιά ἐστιν ἄχρι καὶ τῶν ἐσχάτων ἀναλόγως ἐφ' ἐκάστῳ διήκουσα· περίστησι δὲ καὶ ἡ αΐσθησις αὐτὴ, καὶ ὁ ἔμφυτος ἐν ἡμῖν νόμος καὶ λόγος, καθ' ὅν τοῖς οὔσιν ἐπιβάλλοντες κατανοοῦμεν τὴν ἐν αὐτοῖς εὕτακτον καὶ ἐναρρόνιον τάξιν καὶ θέσιν καὶ κίνησιν, ἐς ὧν ἀναλόγως τοῦ γενεσιουργοῦ τὸ μεγαλεῖον ἀνυμνοῦντες δοξάζομεν· ὅτι δὲ εἰδὼς καὶ βουλόμενος σώζειν καὶ δύναται, τίς οὕτως ἐμμανὴς καὶ ἀπίπληκτος, καὶ ἀπιστίας μέθη βεβαπτισμένος, ὥστε μὴ πείθεσθαις ἀκούων τοῦ λέγοντος, Χριστὸν Θεοῦ ὥσπερ σοφίαν,

Prov. iii, 49. Psal. cvii, 24. Coloss. ii, 5. Psal. cvii, 5. Joan. xvi, 15. Joan. x, 15; Matth. xi, 27. Psal. cvii, 5. Joan. x, 18. Itid. 11. Lz. ch. xxviii, 11. Cor. 1, 24. Psal. cvii, 5.