Patrologia Graeca 100

by Jacques-Paul Migne

977-978

χρυσταλλωθῆναι: κατὰ τὸ πέλαγος, εἶτα καὶ τοὺς A tima omnis ora, qua Mesembriam et Medeam urbes ὑπερκειμένους μεγίστους ὅτι μάλιστα καὶ πλείστους ποταμῶν, καὶ ἔτι τοῦ ἐπὶ Mεσημβρίαν καὶ Mήδειαν πόλιν ἀρχομένην παράκτιον χῶρον τῷ πάγε. συναποπετρωθῆναι, διὰ βάθους χωρησάσης τῆς τοιαύτης πήξεως ἄχρι καὶ εἰς τριάκοντα πήχεις, ἐπὶ τούτοις ἀφάτου καταββαγείσης χιόνος εἰς ὕψος διαρθῆναι τὸ κρύος ὑπερανεστηκὸς τῆς ἐπιφανείας μέχρι πηχῶν που ἄλλων εἴκοσι, καὶ πως συμφυῆναι τῇ ἡπείρῳ τὴν θάλατταν ὡς μηδὲ διακρῖναι ββίως ποτέρα ἐτέρας ἀποκέκριται. Οὕτω τε ἄπαν τὸ πρὸς ἄρκτον ἡπειρωθὲν ὕδωρ πεζεύειν κατὰ νώτου συνεχώρει τοῖς βουλομένοις, βάσιμα τε ἤν τὰ ἐκείνης ἄπιντα, ὅσα τε ἐν ταῖς τῶν Χαζάρων γῆς μεθορίαις καὶ τοῖς πλησιοχώροις Σκυθικοῖς ἔθνεσι, καὶ οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ κτήνεσι καὶ ζώοις ἐτέροις. γενόμενα · ἄπλωτον δὲ ἥδη ἐντεῦθεν γενέσθαι τὴν Ποντικὴν τότε θάλατταν. Ἡμέραις δέ τισι διιππευούσαις καὶ ὁ ἄπλετος ἐκείνος τοῦ παγετοῦ ὁλκὸς εἰς διάφορα συββήγνυται τμήματα, ἄπερ εἰς τοσοῦτον ὕψος ἀνέσχεν ὡς ὅρη δοκεῖν εἴναι ὑπερύψηλα. Τούτων ἀποββαγέντα μέρη τινὰ καὶ τῇ βία τῶν πνευμάτων συνωθούμενα πρὸς τε Δαφνουσίαν φρούριον ὅν τι τῇς Ποντικῆς μοίρας, ἐρυμνότατον τυγχάνον, ἐξοκέλλουσι καὶ ἄχρι τοῦ στομίου τοῦ Εὐξείνου καταββέουσι · συστραφέντα δὲ πρὸς ἐαυτὰ, καὶ τὸν αὐτόθι στενὸν πόρον τὸν μεταξύ πορθμῶν πληρώσαντα, τὰς ἐκατέρωθεν ἡπείρους, τὴν τε θράκην καὶ τὴν Ἀσιάτιδα, ἀλλήλαις συνήνωσαν, ὡς ἐξ ἐκατέρας πρὸς θατέραν πεζῇ μάλλον ἤ πλοῖ διαπεραιοῦσθαι ἐξεῖναι τῷ βουλομένῳ. Ἐκεῖθεν συνωθούμενα ἀνὰ τὴν Προποντίδα μέχρι Ἀθύδου ἐξεχύθησαν, ἤπερ δὴ οὐδὲ θάλασσα εἴναι τὸ λοιπὸν ὑπωπτεύετο. Τούτων ἐν ἀποσπασθὲν τῇ ἀκροπόλει τοῦ Βυζαντίου προσαράσσεται, καὶ τὸ αὐτόθι τεῖχος περιέσεισεν ὡς καὶ τοὺς ἔνδον οἰκοῦντας συμμετασχεῖν τοῦ σάλου. Καὶ τοῦτο τριχῇ διαιρεθὲν παρ' ἐκάτερα μέρη τῆς ἀκροπόλεως τὰς ἀκτὰς ἐμπίμπλησι. Τὸ δὲ ὕψος αὐτοῖς τῶν τῆς πόλεως τειχῶν ὑπερανέστηκε, δι' αὐτῶν τέ τινες ἐξ ἀκροπόλεως πρὸς τὸ ἀντικρὺ, ἐν οἴς τὸ Γαλάτου (47) λεγόμενον ἵδρυται φρούριον, πεζῇ διεπεραιοῦντο. Ταῦτα ἔκπληξιν μεγίστην τοῖς τῆς πόλεως ἐνεποίει · τῷ παραδόξῳ γὰρ καὶ ἀδοκήτῳ τῆς θέας ἐν ἀπορία γενόμενοι θρήνοις καὶ δάκρυσι πλείστοις συνεχόμενοι ἐνθένδε ἀπηλλάσσοντο.

Χρόνων δὲ οὐκ ὁλίγων (48) διελθόντων, Σκλαθηνῶν γένη τῆς ἐαυτῶν μεταναστάντα γῆς φυγάδες διαπερῶσι τὸν Εὐξείνον. Συνετέλει δὲ αὐτῶν τὸ πλῆθος ἄχρι καὶ εἰς ἀριθμὸν ὁκτὼ καὶ διακοσίας χιλιάδας. Καὶ πρὸς τὸν ποτσμιν ὅς Ἀρτάνας καλεῖται αὐτοὶ κατοικίζονται.

Nee longo post hæc interjecto tempore, Selavini patriis finibus extorres Euxinum trajiciunt, quorum numerus ad octo et ducenta millia pervenisse dicitur. Hi ad fluvium (quem Artanam nominant) consederunt.

VARIÆ LECTIONES.

τόν? et postea ἐρχόμενον? βάθους τε χωρ.? ἐκείνη? cf. p. 64 12. μεταξύ τῶν π.? τὸ Γαλ. Petavius, τῶν Γαλ. P. vel Γαλατῶν Petavius.

PETAVII NOTÆ.

(47) Δι' αὐτῶν τέ τινες. Theophanes (p. 365 D) : Διὸ πᾶς ὁ βουλόμενος ἀπὸ Σφαιανῶν εἰς τὸν ἄγιον Μίμαντα καὶ εἰς τὴν πόλιν καὶ εἰς Χρυσόπολιν ὡς διὰ ξηρᾶς ἐθάδιζεν, etc.

(48) Χρόνων δὲ οὐκ ὁλίγων. Atqui vehementem illam hiemem motus hic Bulgaricus præcessit. Quem

Theophanes a. tribuit Copronymi 22 ind. 1. Ubi et characterismus feriæ : nam Junii 30 fuisse refert 5 feriam. Convenit hoc a. C. 763 cyclo solis 16, lit. bon. B, anno Copronymi 25 jam ineunte, ex a. d. xix Cal. Jul.; verum ad 22 bona pars ejus belli pertinet.