Patrologia Graeca 100

by Jacques-Paul Migne

985-986

τοῖς πλέουσι δυσφρώτατος), πνεῦμα βίαιον καὶ σκληρὸν κατ' αὐτῆς πνεῦσαν (βορίας δ' ἤν ἄνεμος) τάς τε ναῦς πρὸς ταῖς ἀκταῖς πειριτρέψας συνέτριψε καὶ πλήθη τῶν εἰσπλεόντων οὐκ δλίτα τῷ ῥοθίῳ κατεπόντισεν. Ἐν τούτοις ἄγαν θορυθηθέντα τὸν βασιλέα κελεῦσαι τοὺς ἄρχοντας δίκτύοις περιθαλεῖν τὴν θάλασσαν, ὡς ἀνελέσθαι τῶν ἀποπνιγέντων τὰ σώματα καὶ τῇ γῇ παραδιδόναι, οῦτω τε πρὸς τὰ βασίλεια ἀποστρέψαι.

"Ετι δὲ πνέων κατὰ τῆς εὐσεθείας τὸ ἱερὸν τῶν Ναζηριίων σχῆμα καθύθρισεν. Εὐθὺς γὰρ ἀγῶνα ἱππικὸν ἐπετέλει, καὶ τινας τούτων ἐπιτρέπει ἐν μέσῳ τῷ θεάτρῳ διέλκεσθαι καὶ αὐτῶν ἔκαστον γυναῖκα μονάστριαν παρὰ χεῖρα φέρειν' πλλῶν τε παρὰ πλήθους τῶν θεωμένων ὑθρεων αὐτοῖς καὶ ἐμπυσμάτων, οἴα περὶ τὸ ὁχλῶδες καὶ ἀγελαῖον συμθαίνειν είωθε, καταχυθέντων, οῦτω τὸν ἄθεσμον ἐκεῖνον καὶ αἴσχιστον διήνυσαν δίαυλον. Μετὰ δὲ ταῦτα ἄνδρας τινὰς τῶν ἐν ὑπεροχαῖς καὶ ἀξιώμασιν ἐγκλήμασι βαρυτάτοις συκοφαντῶν ὑπάγει ὡς εἰς τὴν ἀρχὴν αὐτῷ ἐπιθουλεύσειν πειρωμένους. Τούτων δ' ἤν 'Αντίοχος (54) μὲν ὁ τῶν δημοσίων πραγμάτων τὰς ὑπομνήσεις αὐτῷ διακομίζων (λογοθέτην δὲ τοῦ δρόμου τὴν ἀξίαν οἱ περὶ τὰ βασίλεια καλοῦσι), Θεοφύλακτος δὲ ἐν τοῖς πατρικίοις καὶ στρατηγοῖς διατελῶν, ἔτι μὴν καὶ ἄλλοι τῶν περὶ αὐτὸν ἀσπιδηφόρων καὶ δορυφόρων τυγχάνοντες, πρὸς δὲ καὶ τούτων ἐκτὸς ἔτεροι. Μετ' οὐ πολὺ τὴν ὁμοίαν ἐπιτελῶν ἄμιλλαν δεσμώτας ἐν ταῦθα περιελκύσας ἐθριάμθευε, καὶ τῇ ἑξῆς Κωνταντίνον μὲν καὶ Στρατήγιον ἀδελφοὺς ὑπάρχοντας θανάτῳ κατεδίκασε, καὶ ἤδη τούτων τὰς κεφαλὰς ἐν τῷ λεγομένῳ τῆς πόλεως Κυνηγίῳ ἀπέτεμεν, ἄλλων δὲ αῦ τοὺς ὁφθαλμοὺς ἐξέκοψε. Καὶ τῇ ὑστεραία παρασκευάζει τῶν οἰκείων τινὰς Κωνσταντίνου τοῦ τῆς πόλεως ἀρχιερέως δρκον κατ' αὐτοῦ (55) ἐξυφῆναι κατηγορίαν, διελέγχει δὲ φανερῶς ὡς παρ' αὐτοῦ ἀκηκοέναι πάντα τὰ παρὰ τῶν περὶ 'Αντίοχον καὶ Θεοφύλακτον μελετώμενα. Καὶ εὐθὺς ἐκεῖνον μὲν ἐξόριστον ἐν τῇ 'Ιερία, οῦτω καλουμένου βασιλικοῦ παλατίου ἀντιπέρα πρὸς εῦρον ἄνεμον τοῦ Βυζαντίου κειμένου, πρεσθύτερον τῆς τῶν 'Αγίων 'Αποστόλων ἐκκλησίας, εὐνοῦχον, προχειρίζεται ἀρχιερέα. Ταῦτα δὲ πάντα ἐπράττετο κατὰ τὸν Αθγουστον μῆνα τῆς τετάρτης ἰνδικτιῶνος.

Μετ' οὐ πολὺ δὲ μεταπέμπεται Κωνσταντίνον, D Nec longo post tempore Constantinum arcessitum

VARIAE LECTIONES.

θορυθηθέντες P. ἀσεθείας P. οῦς μετ' αὐτοὺς P. ἔνορκον Ρειανιυμ. καλουμένῳ βασιλικῷ παλατίῳ — κειμένῳ? quanquam etiam supra (p. 50, 3): ἄχρι Χρυσοπόλεως κατελθεῖν, παραθαλάσσιον χωρίον — κείμενον.

PETAVII NOTAE.

(54) Τούτων δὲ ἦν 'Αντίοχος. Eosdem recenset Theophanes et Paulus Diacones. Λογοθέτης τοῦ δρόμου dicitur hic a Nicephoro ὁ τῶν δημοσίων πραγμάτων τὰς ὑπομνήσεις διακομίζων, quod magistri memoriæ proprium erat. Qui, ut est in notitia imperii Orientalis, adnotationes dictat, hoc est scripturas breves, quibus ea continentur quæ principis nomine statuuntur aut confirmantur. Sed et precibus respondet, hoc est, responsa dictat quæ princeps libellis supplicibus dederit. Ad hæc diplomata ad currendum nomine principis vel magistri officiorum dare muneris ejusdem fuit, a quo λογο-

θέτης τοῦ δρόμου dictus est. Cæterum apud Theophanem Constantinus, non Antiochus, patricius dicitur et λογοθέτης τοῦ δρόμου. Cujus frater Strategius spatharius et domesticus excubitorum.

(55) "Ορκον κατ' αὐτοῦ. Augusti 30, iudici. 4, Constantino patriarchatum abrogat ὁ ὁμώνυμος Constantinus, eumque priuum in Hieriam, iude in Principum insulam deportat. Theophanes.

(56) Nixitar δέ. Novembris 16 die, iud. 5, Nicetas ab imperatore ad patriarchadem sedem exectus est. Idem.