Patrologia Graeca 100
1079-1080
muclem) augustum Deiparæ Blachernense templum A aὐτὸν χερεὶν ἡ μήτηρ βαστάξασα • (καθάπερ ἡ πολυθρύλλητος Ἄννα τὸν ἐκ βρέφους ἱερὸν Σαμουὴλ), τὸν τῆς Θεοτόκου σεθάσμιον ναὸν ἄμα τῷ ἀνὸρὶ αὐτῆς ἐν Βλαχέρναις κατέλαθεν, ἐν ᾧ καὶ τὴν προσευχὴν ποιήσασα, τὴν αἴτησιν ἔλαθεν· καὶ πρὸ τῆς θείας ἐκείνης παρισταμένη εἰκόνος πάλιν, χαρμονικοῖς δάκρυσιν εὐχαριστοῦσα ἔλεγεν· • Χαίροις, πάναγνε, ἡ τῆς ἀρῥενοτόκου μου παιδοποιίας τὴν στείρωσιν λύσασα. Χαίροις, πανάχραντε, ἡ τὴν ἐμὴν ἀθυμίαν μεταστρέψασα εἰς χαράν. Χαίροις, ταχίστη σωτηρία τῶν σε ζητούντων. Ἐγὼ γὰρ ἡ τάλαινα ζητήσασα, εὖρὸν σε, καὶ περισσότερον ἔλαθον. Οὐ μόνον τέκνον, ἀλλὰ καὶ τὸ αὐτοῦ ὅνομα παρὰ τοῦ σοῦ λάτρου καὶ νῦν ἡμετέρου ποιμένος. » Ἐκτείνασα δὲ τὰς χεῖρας πρὸς τὸ ἄναντες, καὶ τοῖς ποσὶ τῆς ἀγίας ἐκείνης εἰκόνος τὸ βρέφος Ρ προσκυνητικῶς ἐνείρασα, αὖθις ἐθόα • • Αέχοιο •, ὧ δέσποινα, τῆς μητρικῆς σου πρεσθείας τὸ βλάστημα. Αέχοιο, ἀντιφωνήτρια, τὸν πρὸ συλλήψεὡς σοι ταχθέντα • μοι παῖδα. Αέχοιο, δανείτρια, τῶν χρεωστῶν τὸ δάνειον. » Τοῦ δὲ θεοφιλοῦς ἀνδρὸς αὐτῆς ἐπὶ τῇ ἐγχρονία τῆς εὐχῆς καὶ τῇ τῶν δακρύων ἐκχύσει τῆς γυναικὸς ἐννεοῦ γενομένου καὶ καταπλήκτου ἐξισταμένου, αὐτὴ τῆς χειρὸς αὐτοῦ δραξαμένη, δακτυλοδεικτοῦσά τε πρὸς τὸν θεῖον χαρακτῆρα, ἔφησεν· • Αῦτη μοι, γλυκύτατε ἄνερ, ἐγγυητὴς, προστάτις καὶ βοηθὸς τῆς τοῦ Στεφάνου γεννήσεως. » Καὶ κλίναντες ἀμφότεροι τὰς κεφαλὰς, καὶ τὸ ἄγιον ἐκεῖνα προσκυνήσαντες ἔδαφος, τὴν πάντων τῶν Χριστιανῶν ἐγγυήτριαν καὶ προστάτιδα εὐχαριστήσαντες οἴκαδε
σκοποῦσα. » Τῆς δὲ ἀγίας καὶ ζωηφόρου τοῦ Σωτῆρος ἀναστάσεως καταλαθούσης, τὸν ἐκ βρέφους ἱερὸν ¹ ἀράμενοι οἱ γεννήτορες, τὸ Φωτιστήριον τῆς ἀγιωτάτης τοῦ Θεοῦ Μεγάλης ἐκκλησίας κατέλαθον τῇ τοῦ ἀγίου Σαθθάτου ὀψία, καὶ τὸν ἱερὸν νεανίαν προσφέρουσι πρὸς τὸ λουτρὸν τῆς παλιγγενεσίας· καὶ βαπτίζεται εἰς τὸ τῆς ζωαρχικῆς Τριάδος ὅνομα παρ' αὐτοῦ τοῦ παμμάκαρος φωστῆρος Γερμανοῦ. Μετὰ δὲ τὴν τοῦ θείου μύρου χρίσιν, τοῖς τοῦ θεοφόρου ἀρχιποίμενος ποσὶν ἡ μήτηρ αὐτοῦ προσπεσοῦσα, • Εὐξαι, ἐθόα, τίμιε Πάτερ, ὅντερ ἀπὸ νηδύος τὴν κλῆσιν ἐγνώρισας. » 'Ο δὲ τίμιος Γερμανὸς μὴ εῖξας ὑπερθεν τῆς τοῦ μύρου χρίσεως ἄλλην εὐχὴν ποιήσασθαι, τὴν κάραν τοῦ γεννήτορος τῇ μιᾷ χειρὶ κατασχὼν, καὶ τῇ ἐτέρα ἐπὶ τὸ βρέφος δακτυλοδεικτῶν, εἶπεν· • 'Ο φωτίζων πάντα ἄνθρωπον εἰς τὸν κόσμον ἐρχόμενον Θεὸς, ὁμοιότροπον ἀναδείξειεν τὸν παῖδα τοῦτον, οὖπερ εἰλήφει καὶ τὸ ὅνομα. » Καὶ οῦτω μετ' εὐλογίας οἴκαδε ἐπορεύθησαν.
Hæc sunt deiferi Patris nostri Stephani primordia. Hæ sunt veræ et perjucundæ ejus conceptionis,
Id est Baptisterium. Joan. 1, 9.
VARIÆ LECTIONES.
• al. πρ σύξασα. • Unus hic interserit ἐνατενίσασα. • Idem hic, habet, ἐνειράσατο, καὶ αὖθις ἐθόα. • al. δέχου. • τεχθέντα. • Unus addit Σαμουὴλ.