Patrologia Graeca 100

by Jacques-Paul Migne

1141-1142

ἀχήναι τὸν ἄγιον. Ἥχθη δὲ ὁ ἄγιος ὑπὸ δύο ἐπι- στηριζόμενος, διὰ τὸ, ὡς προείρηται, μὴ δῦνασθαι αὐτὸν περιπατεῖν, καὶ πέδαις σιδήρων τοὺς πόδας ἐγκεκλεισμένον. Ὅπερ ἰδόντες οὖτοι οἱ θεοστυγεῖς, ἐδάκρυσαν. Εἴτα Θεοδόσιος πρὸς αὐτόν φησιν Ἐφέ- σου· Τίνι τρόπῳ, ἄνθρωπε τοῦ Θεοῦ, ἤρετίσω ἐν ὑπολήψει ἡμὰς ἔχειν αἱρετικῇ, καὶ ὑπερφρονῆσαι ὑπέρ τε βασιλεῖς καὶ ἀρχίποιμένας καὶ ἐπισκόπους καὶ πάντας Χριστιανούς; μὴ ἄρὰ γε πάντες ἡμεῖς τὴν τῶν οἰκείων ψυχῶν ζημίαν πραγματεύομεθα· Ὅ δὲ ἄγιος ἡρεμαίχ τῇ φωνῇ φησιν πρὸς αὐτοῦ· Προσέχετε, τί γέγραπται ἐν Ἡλία τῷ προφήτη πρὸς Ἀχαἑο· Οὐ διαστρέψω ἐγὼ, ἀλλὰ σὺ, καὶ ο οἴκος τοῦ πατρός σοῦ. Καὶ γὰρ οὐκ ἐγὼ ὁ διαστρέφων, ἀλλ' ὑμεῖς, οἱ τὴν ἐκ πρόπαλαι παραθεδηκότες τῶν Πατέρων διδασκαλίαν, καὶ νέαν κενοφωνίαν τῇ Ἐκ- κλησία εἰσητησάμενοι. Εἰ γὰρ τὸ ἀρχαιότητι διαφέ- ρον, αἰδέσμον. ὡς τις σοφὸς ἔφησεν· τὰ νεωτερο- φωνηθέντα παρ' ὑμῶν, πάντα ἄσημα καὶ Θεοῦ ἀλλότρια, οὐ μὴν ἀλλὰ καὶ τῆς Ἐκκλησίας φαλσεύ- ματα (23) Ρ. Ἀλλ' οὖν ἔστιν εἰπεῖν προφητικῶς· Οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες ἄμα ποιμέσι καὶ τοῖς προδόταις τῆς ποίμνης συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, μελετή- σαντες κενὰ καὶ μάταια. Τούτων τοίνον παρὰ τοῦ ἀγίου ῥηθέντων, Κωνσταντίνος ὁ Νικομηδείας νεω- τερίζων τε τῷ σώματι καὶ τῷ νοῖ σφριγῶν (ἀκμὴν γὰρ ἦγεν τριακοστόν που ἔτος τῆς ἡλικίας) ἀναπη- δήσας, τὸν ἄγιον κατὰ τῆς δψεως χαμάζε καθήμενον λικτίσαι ἡθουλήθη, καθάπερ ποτὰ ἐπὶ Ἀντιόχου C τὸν ἱερὸν Ἐλεὰζαρον. Λάξ γέ τοι τῶν πικρῶν τις καὶ ὡμῶν δορυφόρων εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταιτο πίπτων. Ὅ δὲ τίμιος Στέφανος εὐαγγελικῇ ἐντολῇ κρατούμενος, ἐαυτὸν ἐσχημάτισεν, οὐ μόνον πρὸς τὴν μίαν σιαγόνα λα- θεῖν, ἀλλὰ καὶ πρὸς τὴν ἐτέραν. Οἱ δὲ περὶ Κάλλι- στον καὶ Κομθοκόνωνα ὅντες τῆς συγκλήτου, τὸν ἀνίερον Κωνσταντίνον καταστιγάσαντες, τῷ ἀγίῳ εἴπον· Αὐο προφάσεων οὐσῶν ἐν σοὶ τὸ προκείμε- νόν ¶ ἐστιν, ἢ πεπεικέναι σαυτὸν, καὶ ὑπογράψαι· εἰ δὲ μὴ γε, θανάτῳ παραδοθῆναι, ὡς Πατέρων καὶ βασιλέων ἐκ Θεοῦ διδαχθέντων νόμον ἀντιλέγοντα. Ὅ δὲ ἄγιός φησιν· Πρόσχες, κυριοπατρίκιος· ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν ὑπὲρ τῆς ἀγίας αὐτοῦ εἰκόνος κέρδος καὶ δόξα· ἄπαξ γὰρ καὶ δὶς D εἴπόν σοι, τὸν παλαιστὴν ὑπολακκίσας· ὅτιπερ Εἰ τοσοῦτον τὸ εἰς ἐμὲ ζωτικὸν αἴμα, ἐκχυθήτω ὑπὲρ τοῦ τοιοῦδε σκοποῦ ¶· ἀλλ' οὖν ἀναγνωσθήτω ὁ ὅρος τῆς συνδόου ὑμῶν, καὶ ἴδω τί ἄρα δίκαιον φέρει πρὸς καταστροφὴν τῶν θείων καὶ σεπτῶν εἰκόνων.

III Reg. xviii, 18. Psal. 11, 2. Phil. 1, 21.

VARIÆ LECTIONES.

al. φανσεύματα. ¶ al. ἐν σοὶ τῶν προκειμένων. al. τρόπου.

NOTÆ.

(23) Φαλσεύματα. Id est. mendacia, ἀπὸ τοῦ φαλ- σεύτιν, quod est mentiri, sive verum corrumpere et

adulterare. Unus ms. habet φανσεύματα, sed cor- rupto.