Patrologia Graeca 100

by Jacques-Paul Migne

1175-1176

tricis celebratur, 517 tecum, magne imperator, A ἡμῶν δεσπότην, συνευφρανθῆναί σοι τῷ μεγάλῳ βασιλεῖ, εἰς τὴν νυνὶ τελουμένην τῆς Αὐγούστης ἐόρτιον ἡμέραν. 'Ο δὲ πάλιν ἀντέκραξεν· Οὐκ εἰμὶ ἐγω βασιλεύς· ἄλλος ὑμῶν ὁ βασιλεὺς, οὔτινος τοῖς ποσὶ κυλινδούμενοι, καὶ τὰ ἴχνη προσκυνοῦντες, εὐχὰς ἐξαιτεῖσθε. Οὐδεὶς ὁμόψυχός μοι πρὸς τὸ ἀποκτεῖναι τοῦτον, ὅπως σχῇ μου ἀνεσιν ἡ ζωή. Τῶν δὲ διαπορούντων καὶ ἐρωτώντων· Καὶ τίς ἄρὰ γε ἄλλος ἐπὶ τῆς γῆς ὑπὲρ σὲ βασιλεὺς, ὧ δέσποτα; μὴ ὁργίζου καθ' ἡμῶν. Αὐτός φησιν· Στέφανος ὁ τοῦ Αὐξεντίου, ὁ τῶν ἀμνημονεύτων ἔξαρχος. Καὶ τὸ μόνον δοθῆναι τὸ ἵνομα, παρευθὺ ἤν ἰδεῖν συγκίνησιν καὶ ὁχλαγωγίαν τῆς συμμορίας ἐκείνης ὡσεὶ βροντῆς ἦχον, τρεχόντων· ἐπὶ τὸ πραιτώριον· δ καταλαθόντες, καὶ ὡς ὑῆρες ἄγριοι τῇ εἰρκτῇ εἰσπηδήσαντες τοῖς καπικλαρίοις φονείως ἔκραζον· Αὐτε ἡμῖν ὧδε Στέφανον τὸν τοῦ Αὐξεντίου. 'Ο δὲ πολὺς ἐκεῖνος ἐν ἀγιωσύνη ἀτρέμας πρὸς αὐτοὺς ἐξιὼν, φησὶν ὡσεὶ πρόθατον τοῖς σφάττειν ἐθέλουσιν· 'Εγὼ εἴμι δν ζητεῖτε. Παρ' αὐτὰ δὲ τῇ γῇ τοῦτον προσρήξαντες ὥσπερ ὑῆρες ἄγριοι, καὶ ἐν τοῖς σιδήροις, ἐν οἴς ἦσαν αὐτοῦ οἱ πόδες ἐγκεκλεῖσμένοι, κάλους συνδήσαντες, ἐπὶ τὴν δημοσίαν ἔτυρον τοῦτον, κατά τε τῆς κεφαλῆς καὶ παντὸς τοῦ σώματος λακτίζοντες, λιθάζοντες, καὶ ξύλοις τύπτοντες. 'Ως δὲ ἐξήει συρόμενος τὴν πρώτην πύλην τοῦ πραιτωρίου, εἰς τὰ πρόθυρα φθάσας τοῦ ἐκεῖσὲ ὅντος σεπτοῦ εὐκτηρίου τοῦ ἀγίου μεγαλομάρτυρος Θεοδώρου, τὰ χεῖρε πρὸς τὴν γῆν ἀντανακλάσας, καὶ τὴν κεφαλὴν μικρὸν ὑποκουφίσας, ὅμμα τε πρὸς οὐρανὸν ἀναπετάσας, τὸ συντακτήριον καὶ τελευταῖον τὸν μάρτυρα προσεκύνησεν. 'Ιδὼν δέ τις τῶν ἀθέων τὸν ἄγιον τοῦτο ποιήσαντα, ὅλος ἐν ἐαυτῷ ἐνδεδυμένος τὸν Σατανᾶν, βρύξας εἴπεν· 'Ιδὲ ὁ ἀμνημόνευτος ὡσεὶ μάρτυς τελευτᾷν βούλεται. Καὶ εἰσδραμὼν πρὸς τοὺς ἐν αὐτῷ τῷ τόπῳ ἰσταμένους ὑδροστάτας τῶν ἐμπρησμῶν, οὔσπερ σίφωνας καλοῦσιν· καὶ ἐξ ἐνὸς τούτων μέγα ξύλον λαθόμενος, ὅπερ ἀντίον λέγουσιν, ὁργίλως ἀντανακλάσας, καὶ φθάσας αὐτὸν ὑπὸ τοῦ πλήθους συρόμενον, καὶ κατὰ τῆς μήνιγγος κρούσας δίκην κυνὸς, παρ' αὐτὰ τὸν ἄγιον πεφόνευκεν. Φιλομάτης π δὲ ἐπίκλην τούτῳ τῷ δημίῳ, ὅστις ῥιφεὶς παρευθὺ δαιμονῶν καὶ τρίζων τοὺς ὁδόντας ἐδείκνυτο· ἀλλὰ καὶ ἔως θανάτου αὐτοῦ οὔτως ἤν ὑπὸ τοῦ δαίμονος παιδευόμενος.

Qualis vero oratio describere, vel quæ auris audire possit cruciatus et intolerandos dolores quos sanctus martyr passus est, dum per publicam viam traheretur? 519 Namque quod ejus membrum ex immoquis illis lapidationibus expers martyrii et coronæ visum est? Siquidem dum per terram traheretur, et e pavimento in pavimentum offenderet, manus ejus abscindebantur, digiti cum unguibus decidebant, costæ dirumpebantur, fractæ venæ multa sanguinis effusione terram tingebant. Denique discerpta fibrarum commissura omnia ejus membra apparebant. Quidam insuper immani saxo

D Ποῖος δὲ λόγως ἰστορήσειεν ἢ ἀκοὴ παραδέξεται τὰς τοῦ ἀγίου ἐν τῇ σύρσει τῆς δημοσίας μαρτυρίας, καὶ τοὺς ἀνεικάστους ἐκείνους πόνους; ποῖον γὰρ μέλος τούτου ὥφθη ἀμάρτυρον στεφάνου, ἐκ τῶν ἀμετρήτων ἐκείνων λιθάσμῶν; τούτου γὰρ συρομένου ἐπὶ τῆς γῆς καὶ προσκρουομένου ἐκ πλακὸς πρὸς πλάκα, χεῖρες ἀπεκόπτοντο, δάκτυλοι σὺν τοῖς ὑνυξιν ἐξέπιπτον, πλευραὶ δὲ τούτου διερῥήγονυτο, φιλέθες ἐκρησσόμεναι τῷ πλήθει τοῦ αῖματος τὴν γῆν κατέθαπτον, ἰνες διασπώμεναι κατὰ ἀρμογήν τοῦτον μεληδὸν ἐδείκνυντο. Λίθῳ δὲ μεγάλῳ τούτου τις φονείως τῇ κοιλία προσκρούσας, διχῶς αὐτὴν ἐλάκι

al. εἰδωλωλατρῶν. al. ἐνθα ἦσαν. al. Φιλομάτιος. al. ἡνίαι.