THE APOSTOLIC FATHERS
p. 94
THE APOSTOLIC FATHERS
τὸ αἴμα αὐτοῦ ἔδωκεν ὑπὲρ ἡμῶν Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν ἐν θελήματι θεοῦ, καὶ τὴν σάρκα ὑπὲρ τῆς σαρκὸς ἡμῶν καὶ τὴν ψυχὴν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
L
1. 'Ορᾶτε, ἀγαπητοί, πῶς μέγα καὶ θαυμαστόν ἐστιν ἡ ἀγάπη, καὶ τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις. 2. τίς ἱκανὸς ἐν αὐτῇ εὐρεθῆναι, εἰ μὴ οὐς ἂν καταξιώσῃ ὁ θεός; δεώμεθα οὖν καὶ αἰτώμεθα ἀπὸ τοῦ ἐλέους αὐτοῦ, ἵνα ἐν ἀγάπῃ εὐρεθῶμεν δίχα προσκλίσεως ἀνθρωπίης, ἄμωμοι. 3. αἱ γενεαὶ πᾶσαι ἀπὸ 'Αδὰμ ἕως τῆσδε τῆς ἡμέρας παρῆλθοι, ἀλλ' οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ θεοῦ χάριν ἔχουσιν χῶρον εὐσεβῶν. οἱ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Χριστοῦ. 4. γέγραπται γάρ. Εἰσέλθετε εἰς τὰ ταμεῖα μικρὸν ὅσον ὅσον, ἕως οὖ παρέλθῃ ἡ ὁργὴ καὶ ὁ θυμός μου, καὶ μνησθήσομαι ἡμέρας ἀγαθῆς. καὶ ἀναστήσω ὑμὰς ἐκ τῶν θηκῶν ὑμῶν. 5. μα- κάριοί ἐσμεν, ἀγαπητοί, εἰ τὰ προστάγματα τοῦ θεοῦ ἐποιοῦμεν ἐν ὁμονοία ἀγάπης, εἰς τὸ ἀφε- θῆναι ἡμὰν δι' ἀγάπης τὰς ἀμαρτίας. 6. γέγραπ- ται γάρ. Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἀμαρτίαι. μακάριος ἀνήρ, οὖ οὐ μὴ λογίσηται κύριος ἀμαρτίαν, οἰδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δολος. 7. οὖτος ὁ μακαρι
Is. 26, 20; Ezek. 37, 12
Is. 52, 1, 2; Rom. 4, 7-9
Χριστοῦ (A) LK Clem., θεοῦ CS.
This seems corrupt: & present is required.