THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 108

THE APOSTOLIC FATHERS

ὑμῶν ξητήσουσιν με κακοί, καὶ οὐχ εῦρήσουσιν, ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο, οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριξον δὲ ἐμοὺς ἐλέγχους. 6. τοι- γαροῦν ἔδονται τῆς ἑαυτῶν ὑδοῦ τοὺς καρπούς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται 7. ἀνθ' ὧν γὰρ ἡδίκουν υηπίους φουευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ· ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ' ἐλπίδι πεποιθὸς καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

LVIII

1. Ύπακούσωμεν οῖν τῷ παναγίῳ καὶ ἐνδόξῳ ὀνόματι αὐτοῦ φυγόντες τὰς προειρημένας διὰ τῆς σοφίας τοῖς ἀπειθοῦσιν ἀπειλάς, ἵνα κατασκηνώσωμεν πεποιθότες ἐπὶ το ὁσιώτατον τῆς μεγαλωσύνης αὐτοῦ ὅνομα. 2. δέξασθε τὴν συμβουλὴν ἡμῶν, καὶ ἔσται ἀμεταμέλητα ὑμῖν. ξῇ γὰρ ὁ θεὸς καὶ ξῇ ὁ κύριος Ἰησοῦς Χριστὸς και τὸ πνεῦμα τὸ ὕγιον, ἡ τε πίστις καὶ ἡ ἐλπίς τῶν ἐκλεκτῶν, ὅτι ὁ ποιήσας ἐν ταπεινοφροσύνῃ μετ' ἐκτενοῦς ἐπιει- κείας ἀμεταμελήτως τὰ ὑπὸ τοῦ θεοῦ δεδομένα δικαιώματα καὶ προστάγματα, οὔτος ἐντεταγμένος καὶ ἐλλόγιμος ἔσται εἰς τὸν ἀνιθμὸν τῶν σωξωμένων διὰ Ἰησοῦ Χριστοῦ, δὶ οὖ ἐστιν αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

A is missing from here to the beginning of Chapter LXIV.

Gr. 2 CS, om. LK and quotation by Basil.