THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 116

THE APOSTOLIC FATHERS

αὐτὸν δεδομένην ἐξουσίαν ἵλεώ σου τυγχώνωσιν. 3. ὁ μόνος δυνατὸς ποιήσαι ταῦτα καὶ περισσότερα ἀγαθὰ μεθ' ἡμῶν, σοὶ ἐξομολογομένεια διὰ τοῦ ἀρχιερέως καὶ προστάτου τῶν ψυχῶν ἡμῶν Ἰησοῦ Χριστοῦ, δὶ οῦ σοι ἡ δόξα καὶ ἡ μεγαλωσύνη καὶ νῦν καὶ εἰς γενεὰν γενεῶν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

LXII

1. Περὶ μὲν τῶν ἀνηκόιτων τῇ θρησκεία ἡμῶν καὶ τῶν ὡφελιμωτίτων εἰς ἐνάρετον βίον τοῦς θέλουσιν ἐὐσεβῶς καὶ δικαίως δευθύνειν, ἱκανῶς ἐπεστείλαμεν ὑμῖν, ἄνδρες ἀδελφοί. 2. περὶ γὰρ πίστεως καὶ μετανοίας καὶ γνησίας ἀγάπης καὶ ἐγκρατείας καὶ σωφροσύνης καὶ ὑπομονῆς πάντα τόπον ἐψηλαφήσαμεν, ὑπομιμηήσκοντες δεῖν ὑμᾶς ἐν δικαιοσύνη καὶ ἀληθεία καὶ μακροθυμία τῷ παντοκράτορι θεῷ ὁσίως ἐναρεστεῖν, ὁμονοοῦντας ἀμνησικάκως ἐν ἀγάπη καὶ εἰρήνη μετὰ ἐκτενοῦς ἐπιεικείας, καθώς καὶ οἱ προδεδηλωμένοι πατέρες ἡμῶν εὐηρέστησαν ταπεινοφρονοῦντες τὰ πρὺς τῶν πατέρα καὶ κτίστην θεὸν καὶ πάντας ἀνθρω- πους. 3. καὶ ταῦτα τοσούτῳ ἥδιον ὑπεμνήσαμεν, ἐπειδὴ σαφῶς ἤδειμεν γράφειν ἡμᾶς ἀνδράσιν πιστοῦς καὶ ἐλλογιμωτατοις καὶ ἐγκεκυφύσιν εἰς τὰ λόγια τῆς παιδείας τοῦ θεοῦ.

τοῦς θέλουσιν ἐνάρετον βίον SL, εἰς ἐνάρετον βίον τοῦς θέλουσιν CK.

κτίστην θεὸν SL, θεὸν καὶ κτίστην C.