THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 120

THE APOSTOLIC FATHERS

εἰς εὐαρέστησιν τῷ ὀνύματι αὐτοῦ διὰ τοῦ ἀρχιερέως καὶ προστάτον ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ αὐτῷ δόξα καὶ μεγαλωσύνη, κράτος καὶ τιμή, καὶ νὲν καὶ εἰς πάντας τοῦς αἰώνας τῶν αἰώνων. ἀμήν.

LXV

1. Τοὺς δὲ ἀπεσταλμένους ἀφ' ἡμῶν Κλαύδιον Ἔφηβον καὶ Οὐαλέριον Βίτωνα σὲν καὶ Φορτον νάτῳ ἐν εἰρήνη μετὰ χαρᾶς ἐν τάχει ἀναπέμψατε πρὸς ἡμᾶς, ὕπως θᾶττον τὴν εὐκταίαν καὶ ἐπιποθήτην ἡμῖν εἰρήνην καὶ ὁμόνοιαν ἀπαγγέλλωσιν, εἰς τὸ τάχιον καὶ ἡμᾶς χαρῆναι περὶ τῆς εὐσταθείας ὑμῶν.

2. Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν καὶ μετὰ πάντων πανταχῆ τῶν κεκλημένων ὑπὸ τοῦ θεοῦ δι' αὐτοῦ, δι' οὗ αὐτῷ δόξα, τιμή, κράτος καὶ μεγαλωσύνη, θρόνος αἰώνιος, ἀπὸ τῶν αἰώνων εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

'Επιστολὴ τῶν Ῥωμαίων πρὸς τοὺς Κορμθίους,

δι' αὐτοῦ CL(K), καὶ δι' αὐτοῦ AS.