THE APOSTOLIC FATHERS
p. 8
ΚΛΗΜΕΝΤΟΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α
Ή ἐκκλησία τοῦ θεοῦ ἡ παροικοῦσα Ῥώμην τῇ ἐκκλησία τοῦ θεοῦ τῇ παροικούση Κόρινθον, κλητοῖς ἡγιασμένοις ·· θελήματι θεοῦ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. χίρις ὑμῖν καὶ εἰρήνη ἀπὸ παντοκρύτορος θεοῦ διὰ Ἰησοῦ Χριστοῦ πληθυνθείη.
!
1. Διὰ τὰς αἰφινδίους καὶ ἐπαλλήλους γενομένας ἡμῖν συμφορὰς καὶ περιπτώσεις, βράδιον νομίζομεν ἐπιστροφὴν πεποιήσθαι περὶ τῶν ἐπιζητουμένων παρ' ὑμῖν πραγμάτων, ἀγαπητοί, τῆς τε ἀλλοτρίας καὶ ξένης τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ, μιαρᾶς καὶ ἀνοσίου στάσεως ῇν ὀλίγα πρόσωπα προπετῆ καὶ αἰθάδη ὑπάρχοντα εἰς τοσοῦτον ἀπονοίας ἐξέκαυσαν, ὥστε τὸ σεμνὸν καὶ περιβύητον καὶ πᾶσιν ἀνθρώποις ἀξιαγάπητον ὅνομα ὑμῶν μεγάλως βλασφημήθῆναι. 2. τίς γὰρ παρεπιδημήσας πρὸς ὑμᾶς τὴν πανάρετον καὶ βεβαίαν ὑμῶν πίστιν οὐκ ἐδοκίμασεν; τὴν τε σωφρονα καὶ ἐπιεικῆ ἐν Χριστῷ εὐσέβειαν οὐκ ἐθαύμασεν; καὶ τὸ μεγαλοπρεπὲς τῆς φιλοξενίας ὑμῶν ῆθος οὐκ ἐκήρυξεν; καὶ τὴν τελείαν καὶ ἀσφαλῆ γνῶσιν
C reads περιστάσεις which L perhaps represents by impedimenta, and Knopf accepts this.