THE APOSTOLIC FATHERS
p. 208
XI
1. Ταῦτα δέ, ἀγαπητόί μου, οὐκ ἐπεὶ ἔγινων τινὰς ἐξ ὑμῶν οῦτως ἔχοντας, ἀλλ' ὡς μικρότερος ὑμῶν θέλω προφυλάσσεσθαι ὑμᾶς, μὴ ἐμπεσεῖν εἰς τὰ ἄγκιστρα τῆς κενοδοξίας, ἀλλὰ πεπληροφορῆσθαι ἐν τῇ γενιήσει καὶ τῷ πάθει καὶ τῇ ἀναστάσει τῇ γενομένῃ ἐν καιρῷ τῆς ἡγεμονίας Πουτίου Πιλάτου· πραχθέντα ἀληθῶς καὶ βεβαίως ὑπὸ Ἰησοῦ Χριστοῦ, τῆς ἐλπίδος ἡμῶν, ἦς ἐκτραπῆναι μηδενὶ ὑμῶν γένοιτο.
XII
1. Ὁναίμην ὑμῶν κατὰ πάντα, ἐάνπερ ἄξιος ὅ. εἰ γὰρ καὶ δέδεμαι, πρὸς ἔνα τῶν λελυμένων ὑμῶν οὐκ εἰμί. οἶδα ὅτι οὐ φυσιοῦσθε· Ἰησοῦν γὰρ Χριστὸν ἔχετε ἐν ἑαυτοῖς· καὶ μᾶλλον, ὅταν ἐπαινῷ ὑμᾶς, οἶδα, ὅτι ἐυτρέπεσθε, ὡς γέγραπται.
Prov. 18, 17
XIII
1. Σπουδάζετε οὖν βεβαιωθῆναι ἐν τοῖς δόγμασιν τοῦ κυρίου καὶ τῶν ἀποστόλων, ἵνα πάντα, ὅσα ποιεῖτε, κατευοδωθῆτε σαρκὶ καὶ πνεύματι, πίστει καὶ ἀγάπῃ, ἐν υἱῷ καὶ πατρὶ καὶ ἐν πνεύματι, ἐν ἀρχῇ καὶ ἐν τέλει, μετὰ τοῦ ἀξιοπρεπεστάτου ἐπισκόπου ὑμῶν καὶ ἀξιοπλόκου· πνευματικοῦ στεφάνου τοῦ πρεσβυτερου ὑμῶν καὶ τῶν κατὰ θεὸν διακόνων. 2. ὑποτάγῃτε τῷ ἐπισκόπῳ καὶ