THE APOSTOLIC FATHERS
p. 242
THE APOSTOLIC FATHERS
I Cor. 6, 9. 10 ἵνα ὧσιν κατὰ Ἰησοῦν Χριστὸν ξῶντες. 3. μὴ πλανάσθε, ἀδελφοί μου εἴ τις σχίζοντι ἀκολουθεῖ, βασιλείαν θεοῦ οὐ κληρονομεῖν εἴ τις ἐν ἀλλοτρία γνώμη περιπατεῖ, οὐτος τῷ πάθει οὐ συγκατατίθεται.
IV
I Cor. 10, 16, 17 Σπουδάσατε οὖν μιᾶ εὐχαριστία χρῆσθαι μία γὰρ σὰρξ τοῦ κυρίου ἦμῶν Ἰησοῦ Χριστῶ καὶ ἐν ποτήριον εἰς ἐνωσιν τοῦ αἵματος αὐτοῦ, ἐν θυσιαστήριον, ὡς εἶς ἐπίσκοπος ἅμα τῷ πρεσβυτερίῳ καὶ διακόνοις τοῖς συνδούλοις μου ἵνα, ὃ ἐαν πράσσητε, κατὰ θεὸν πράσσητε.
V
1. Ἀδελφοί μου, λίαν ἐκκέχυμαι ἀγαπῶν ἱμῶς καὶ ὑπεραγαλλώμενος ἀσφαλίζομαι ὑμῶς· οὐκ ἔγὼ δέ, ἀλλ' Ἰησοῦς Χριστός, ἐν ῷ δεδεμένος φοβοῦμαι μᾶλλον, ὡς ἔτι ῶν ἀναπάρτιστος· ἀλλ' ἡ προσευχῇ ὑμῶν εἰς θεόν με ἀπαρτίσει, ἵνα ἐν ῷ κλήρῳ ἦλειήθην ἐπιτύχω, προσφυγῶν τῷ εὐαγγελίῳ ὡς σαρκὶ Ἰησοῦ, καὶ τοῖς ἀποστόλοις ὡς πρεσβυτερίῳ ἐκκλησίας. 2. καὶ τοὺς προφήτας δὲ ἀγαπῶμεν, διὰ τὸ καὶ αὐτοὺς εἰς τὸ εὐαγγέλιον κατηγγελκέναι καὶ εἰς αὐτὸν ἐλπίζειν καὶ αὐτὸν ἀναμένειν, ἐν ῷ καὶ πιστεύσαντες ἐσώθησαν, ἐν ἐνότητι Ἰησοῦ
eἰς θεόν Og, om. L(A).