THE APOSTOLIC FATHERS
p. 256
THE APOSTOLIC FATHERS
ἀληθινὸν ἡμῶν ξῆν. 2. εἰ γὰρ τὸ δοκεῖν ταῦτα ἐπράχθη ὑπὸ τοῦ κυρίου ἡμῶν, κὰγὰ τὸ δοκεῖν δέδεμαι. τί δὲ καὶ ἑαυτὸν ἔκδοτον δέδωκα τῷ θανάτῳ, πρὸς πῦρ, πρὸς μάχαιραν, πρὸς θηρία; ἀλλ' ἐγγὺς μαχαίρας ἐγγὺς θεοῦ, μεταξύ θηρίων μεταξύ θεοῦ· μόνον ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς τὸ συνπαθεῖν αὐτῷ πάντα ὑπομένω, αὐτοῦ με ἐνδυναμοῦντος τοῦ τελείου ἀνθρώπου.
Phil. 4, 18
V
1. "Ον τινες ἀγνοοῦντες ἀρνοῦνται, μᾶλλον δὲ ἦρινήθησαν ὑπ' αὐτοῦ, ὅντες συνήγοροι τοῦ θανάτου μᾶλλον ἦ τῆς ἀληθείας· οὐς οὐκ ἔπεισαν αἱ προφητεῖαι οὐδὲ ὁ νόμος Μωύσεως, ἀλλ' οὐδὲ μέχρι νῦν τὸ εὐαγγέλιον, οὐδὲ τὰ ἡμέτερα τῶν κατ' ἄνδρα παθήματα. 2. καὶ γὰρ περὶ ἡμῶν τὸ αὐτὸ φρονοῦσιν. τί γὰρ με ὼφελεῖ τις. εἰ ἐμὲ ἐπαινεῖ, τὸν δὲ κύριόν μου βλισφημεῖ. μὴ ὁμολογῶν αὐτὸν σαρκοφόνου; ὁ δὲ τοῦτο λέγων τελείως αὐτὸν ἀπήρυηται, ὣν νεκροφόρος. 3. τὰ δὲ ὀνόματα αὐτῶν, ὅιτα ἄπιστα, οὐκ ἔδοξέν μοι ἐγγράψαι. ἀλλὰ μηδὲ γένοιτό μοι αὐτῶν μνημονεύειν, μέχρις οὐ μετανοήσωσιν εἰς τὸ πάθος, ὅ ἐστιν ἡμῶν ἀνάστασις.
Here and elsewhere I'g read τῷ δοκεῖν against G which has the δοκεῖν.
add. γενομένου GL.
λέγων BC, μὴ λέγων GLA.