THE APOSTOLIC FATHERS
p. 260
THE APOSTOLIC FATHERS
τοῖς προφήταις, ἐξαιρέτως δὲ τῷ εὐαγγελίῳ, ἐν ῷ τὸ πάθος ἡμῖν δεδήλωται καὶ ἡ ἀνάστασις τετελείωται. τοὺς δὲ μερισμοὺς φεύγετε ὡς ἀρχὴν κακῶν.
VIII
1. Πάντες τῷ ἐπισκόπῳ ἀκολουθεῖτε, ὡς Ἰησοῦς Χριστὸς τῷ πατρί, καὶ τῷ πρεσβυτερίῳ ὡς τοῖς ἀποστόλοις. τοὺς δὲ διακύνους ἐντρέπεσθε ὡς θεοῦ ἐντολήν. μηδεὶς χωρὶς τοῦ ἐπισκόπου τι πρασσέτω τῶν ἀνηκόντων εἰς τὴν ἐκκλησίαν. ἐκείνη βεβαία εὐχαριστία ἡγείσθω, ἡ ὑπὸ ἐπίσκοπον οῦσα ἡ ῷ ἄν αὐτὸς ἐπιτρέψῃ. 2. ὅπου ἄν φανῇ ὁ ἐπίσκοπος, ἐκεῖ τὸ πλῆθος ἦτω, ὅσπερ ὅπου ἄν ᾗ Ἰησοῦς Χριστός, ἐκεῖ ἡ καθολικὴ ἐκκλησία. οὐκ ἐξόν ἔστιν χωρὶς τοῦ ἐπισκόπου οὐτε βαπτίζειν οὐτε ἀγάπῃν ποιεῖν· ἀλλ' ὁ ἄν ἐκεῖνος δοκιμάσῃ, τοῦτο καὶ τῷ θεῷ εὐάρεστον, ἵνα ἀσφαλὲς ᾗ καὶ βέβαιον πᾶν ὃ πράσσετε.
IX
1. Εὐλογόν ἐστιν λοιπὸν ἀνανῆψαι ἡμᾶς, ὡς ἔτι καιρὸν ἔχομεν εἰς θεὸν μετανοεῖν. καλῶς ἔχει, θεὸν καὶ ἐπίσκοπον εἰδέναι. ὁ τιμῶν ἐπίσκοπον ὑπὸ θεοῦ τετίμηται· ὁ λάθρα ἐπισκόπου τι πράσσων
ἤτω Β, ἴστω Gg.
Ἰησ. Χρ. ΒΑ, Χρ. Ἰησ. GL.
πράσσετε BSA(g), πράσσεται GL.
ἡμᾶς Βg(NA) και GL, " it is reasonable to return to soberness, and . . . to repent."