THE APOSTOLIC FATHERS
p. 282
ΤΟΥ ΑΓΙΟΥ ΠΟΛΥΚΑΡΠΟΥ
ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ ΚΑΙ ΙΕΡΟΜΑΡΙΤΡΟΣ
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΤΣ ΕΠΙΣΤΟΛΗ
Πολύκαρπος καὶ οἱ σὺν αὐτῷ πρεσβύτεροι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ Ψιλίππους· ἔλεος ὑμῖν καὶ εἰρήνῃ παρὰ θεοῦ παντοκράτορος καὶ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν πληθυνθείῃ.
I
1. Συνεχάρην ὑμῖν μεγάλως ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, δεξαμένοις τὰ μιμήματα τῆς ἀληθοῦς ἀγάπῃς καὶ προπέμψασιν, ὡς ἐπέβαλεν ὑμῖν, τοὺς ἐνειλημένους τοὺς ἀγιοπρεπέσιν δεσμοῦς, ἄτινά ἐστιν διαδήματα τῶν ἀληθῶς ὑπὸ θεοῦ καὶ τοῦ κυρίου ἡμῶν ἐκλελεγμένων· 2. καὶ ὅτι ἡ βεβαία τῆς πίστεως ὑμῶν ῥίζα, ἐξ ἀρχαίων καταγγελλομένῃ χρώνων, μέχρι νῦν διαμένει καὶ καρποφορεῖ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστῶν, ὃς ὑπέμεινεν ὑπὸ τῶν ἀμαρτιῶν ἡμῶν ἔως θανάτον καταντῆσαι, δὺ ἤγειρεν ὁ θεός, λύσας τὰς ὡδινας τοῦ ἄδου· 3. εἰς δὺ οὐκ ἰδόντες πιστεύετε χαρῆ