THE APOSTOLIC FATHERS
p. 20
THE APOSTOLIC FATHERS
τίμιον τῷ πατρὶ αὐτοῦ, ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκχυθὲν παντὶ τῷ κόσμῳ μετανοίας χάριν ὑπήργερκεν. 5. διέλθωμεν εἰς τὰς γενεὰς πάσας, καὶ καταμάθωμεν ὅτι ἐν γενεῷ καὶ γενεῷ μετανοίας τόπον ἔδωκεν ὁ δεσπότης τοῖς βούλομένοις ἐπιστραφῆναι ἐπ' αὐτὸν. 6. Νῶς ἐκήρυξεν μετάνοιαν, καὶ οἱ ὑπακούσαντες ἐσώθησαν. 7. Ἰωνὰς Νινευίταις καταστροφὴν ἐκήρυξεν οἱ δὲ μετανοήσαντες ἐπὶ τοῖς άμαρτήμασιν αὐτῶν ἐξιλάσαντο τὸν θεὸν ἱκετεύσαντες καὶ ἔλαβον σωτηρίαν, καί περ ἀλλότριοι τοῦ θεοῦ ὅντες.
Wisd. 12, 10 Gen. 7 Jon. 3; Mt. 12, 41
VIII
1. Οἱ λειτουργοὶ τῆς χάριτος τοῦ θεοῦ διὰ πνεύματος ἄγίου περὶ μετανοίας ἐλάλησαν, 2. καὶ αὐτὸς δὲ ὁ δεσπότης τῶν ἀπάντων περὶ μετανοίας ἐλάλησεν μετὰ ὅρκον. Ζῶ γὰρ ἐγὼ, λέγει κύριος, οὐ βούλομαι τὸν θάνατον τοῦ άμαρτωλοῦ ὡς τὴν μετάνοιαν, προστιθεὶς καὶ γνώμην ἀγαθὴν. 3. Μετανοήσατε, οἶκος Ἰσραήλ, ἀπὸ τῆς ἀνομίας ὑμῶν· εἴπον τοῖς υἱοῖς τοῦ λαοῦ μου. Ἐὰν ὧσιν αἱ άμαρτίαι ὑμῶν ἀπὸ τῆς γῆς ἔως τοῦ οὐρανοῦ καὶ ἐὰν ὧσιν πυρρότεραι κόκκου καὶ μελαιώτεραι σάκκου, καὶ ἐπιστραφῆτε πρός με ἔξ ὅλης τῆς καρδίας καὶ εἴπητε. Πάτερ· ἐπακούσομαι ὑμῶν ὡς λαοῦ ἄγίου. 4. καὶ ἐν ἑτέρῳ τόπῳ λέγει οὔτως·
Ezek. 33, 11-27
τῷ θεῷ καὶ πατρὶ αὐτοῦ Α, τῷ πατρὶ αὐτοῦ τῷ θεῷ C. The text is found in SLK.