THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 312

THE APOSTOLIC FATHERS

Exod. 20, 17 γεννηθὲν ἀποκτενεῖς, οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον. 3. οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυρήσεις, οὐ κακολογήσεις, οὐ μνησικακήσεις. ⁊ 4. οὐκ ἔσῃ διγνώμων οὐδὲ δίγλωσσος· παγὶς γὰρ θανάτον ἡ διγλωσσία. 5. οὐκ ἔσται ὁ λόγος σου ψευδής, οὐ κενός, ἀλλὰ μεμεστωμένος πράξει. 6. οὐκ ἔσῃ πλεονέκτης οὐδὲ ἅρπαξ οὐδὲ ὑποκριτὴς οὐδὲ κακοήθης οὐδὲ ὑπερήφανος. οὐ λήψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου. 7. οὐ μισήσεις πάντα ἄνθρωπον, ἀλλὰ οὐς μὲν ἐλέγξεις, περὶ δὲ ὧν προσεύξῃ, οὐς δὲ ἀγαπήσεις ὑπὲρ τὴν ψυχήν σου.

FIII

1. Τέκνον μου, φεῦγε ἄπὸ παντὸς πονηροῦ καὶ ἄπὸ παντὸς ὁμοίου αὐτοῦ. 2. μὴ γίνου ὁργ. λος, ὁδηγεῖ γὰρ ἡ ὁργὴ πρὸς τὸν φόνον, μηδὲ ξηλωτὴς μηδὲ ἐριστικὸς μηδὲ θυμικός· ἐκ γὰρ τούτων ἄπάντων φόνου γεννῶνται. 3. τέκνον μου, μὴ γίνου ἐπιθυμητής, ὁδηγεῖ γὰρ ἡ ἐπιθυμία πρὺς τὴν πορνείαν, μηδὲ αἰσχρολόγος μηδὲ ὑψηλύφθαλμος· ἐκ γὰρ τούτων ἄπάντων μοιχεῖαι γεννῶνται. 4. τέκνον μου, μὴ γίνου οἰωνοσκόπος, ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλωλατρίαν, μηδὲ ἐπαοδὸς μηδὲ μαθηματικὸς μηδὲ περικαθαίρων, μηδὲ θέλε αὐτὰ βλέπειν· ἐκ γὰρ τούτων ἄπάντων εἰδωλωλατρία γεννᾶται. 5. τέκνον μου, μὴ γίνου ψεύστης, ἐπειδὴ ὁδηγεῖ τὸ ψεύσμα εἰς τὴν κλοπεν, μηδὲ φιλάργυρος μηδὲ κενόδοξος· ἐκ γὰρ τούτων ἄπαν-