THE APOSTOLIC FATHERS
p. 314
THE APOSTOLIC FATHERS
των κλοπαὶ γεινῶνται. 6. τέκνον μου, μὴ γίνου γόγγυσος, ἐπειδὴ όδηγεῖ εἰς τὴν βλασφημίαν, μηδὲ αὐθάδης μηδὲ πονηρόφρων ἐκ γὰρ τούτων ἀπάντων βλασφημίαι γεινῶνται. 7. ἴσθι δὲ πραῦς, ἐπεὶ οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν. 8. γίνου μακρόθυμος καὶ ἐλεήμων καὶ ἄκακος καὶ ἡσύχιος καὶ ἀγαθὸς καὶ τρέμων τοὺς λόγους διὰ παντός, οὐς ἡκουσας. 9. οὐχ ὑψώσεις σεαντὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θρασσος. οὐ κολληθήσεται ἡ ψυχῇ σου μετὰ ὑψηλῶν, ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ. 10. τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται.
Mt. 5, 5; Ps. 36, 11
IV
1. Τέκνον μου, τοῦ λαλοῦντός σοι τὸν λόγου τοῦ θεοῦ μνησθήσῃ ινκτὸς καὶ ἡμέρας, τιμήσεις δὲ αὐτὸν ὡς κύριον ὅθεν γὰρ ἡ κυριότης λαλεῖται, ἐκεῖ κύριός ἐστιν. 2. ἐκζητήσεις δὲ καθ' ἡμέραν τὰ πρόσωπα τῶν ἀγίων, ἵνα ἐπαναπαῇς τοῖς λόγοις αὐτῶν. 3. οὐ ποθήσεις σχίσμα, εἰρηνεύσεις δὲ μαχομένους κρινεῖς δικαίως, οὐ ληψῃ πρόσωπον ἐλέγξαι ἐπὶ παραπτώμασιν. 4. οὐ διψυχήσεις, πότερον ἔσται ἡ οὔ.
Dout. 1, 16; Prov. 81, 9; cf. Joh. 7, 24
5. Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι συσπῶν. 6. ἐὰν ἔχης
The editors usually emend to πότερον "make."