THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 328

THE APOSTOLIC FATHERS

XII

Mt. 21, 9; Ps. 118, 26; cf. Joh. 5, 43

1. Πᾶς δὲ ὁ ἐρχόμενος ἐν ὁνόματι κυρίον δεχθήτω· ἔπειτα δὲ δοκιμάσαντες αὐτὸν γνώσεσθε, σύνεσιν γὰρ ἔξετε δεξιὰν καὶ ἀριστεράν. 2. εἰ μὲν παρύδιός ἐστιν ὁ ἐρχόμενος, βοηθεῖτε αὐτῷ, ὅσον δύνασθε· οὐ μενεῖ δὲ πρὸς ὑμᾶς εἰ μὴ δύο ἡ τρεῖς ἡμέρας, ἐὰν ῇ ἀνάγκη. 3. εἰ δὲ θέλει πρὸς ὑμᾶς καθῆσθαι, τεχνίτης ὤν, ἐργαξέσθω καὶ φαγέτω. 4. εἰ δὲ οὐκ ἔχει τέχνην, κατὰ τὴν σύνεσιν ὑμῶν προνοήσατε, πῶς μὴ ἀργὸς μεθ' ὑμῶν ξήσεια Χριστιανός. 5. εἰ δ' οὐ θέλει ούτω ποιεῖν, χριστίμπορός ἐστι· προσέχετε ἀπὸ τῶν τοιούτων.

XIII

Mt. 10, 10; cf. Lake 10, 1; 1 Cor. 9, 13; 14; 1 Tim. 5, 17, 18

1. Πᾶς δὲ προφήτης ἀληθιὸς θέλων καθῆσθαι πρὸς ὑμᾶς ἄξιός ἐστι τῆς τροφῆς αὐτοῦ. 2. ὡσαύτως διδάσκαλος ἀληθινός ἐστιν ἄξιος καὶ αὐτὸς ὥσπερ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. 3. πᾶσαν οἶν ἀπαρχὴν γεννημάτων λινοῦ καὶ ἄλωνος, βῶν τε καὶ προβάτων λαβῶν δώσεις τὴν ἀπαρχὴν τοῖς προφήταις· αὐτὸ γὰρ εἰσιν οἱ ἀρχιερεῖς ὑμῶν. 4. ἐὰν δὲ μὴ ἔχητε προφήτην, δότε τοῖς πτωχοῖς. 5. ἐὰν σιτίαν ποιῇς, τὴν ἀπαρχὴν λαβῶν δὸς κατὰ τὴν ἐντολῃν. 6. ὡσαύτως κερίμιον οἴνον ἡ ἐλαίον ἀναξας, τὴν ἀπαρχὴν λαβῶν δὸς τοῖς προφήταις· 7. ἀργυρίον δὲ καὶ ἱματισμοῦ καὶ παντος κτήματος λαβῶν τὴν ἀπαρχὴν, ὡς ἄν σοι δόξῃ, δὸς κατὰ τὴν ἐντολήν.