THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 344

THE APOSTOLIC FATHERS

αὐτοῖς σοφία, σύνεσις, ἐπιστήμη, γνῶσις. 4. πεφανέρωκεν γὰρ ἡμῖν διὰ πάντων τῶν προφητῶν, ὅτι οὔτε θυσιῶν οὔτε ὁλοκαντωμάτων οὔτε προσφυρῶν χρήξει, λέγων ὅτε μέν. 5. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος. πλήρης εἰμὶ ὁλοκαντωμάτων, καὶ στέαρὰρνῶν καὶ αἴμα ταύρων καὶ τράγων οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθήναί μοι. τίς γὰρ ἔξεξήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσεσθε. ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα βεδλυγμά μοί ἐστιν τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχωμαι. 6. ταῦτα οὖν κατήργησεν, ἵνα ὁ καινὸς νόμος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄνεν ξυγοῦ ἀνάγκης ὤν, μὴ ἀνθρωποποίητον ἔχῃ τὴν προσφοράν. 7. λέγει δὲ πάλιν πρὸς αὐτοῦς Μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένοις ἐκ γῆς Λιγύπτου, προσενέγκαι μοι ὁλοκαντώματα καὶ θυσίας; 8. ἀλλ' ἡ τοῦτο ἐνετειλάμην αὐτοῖς ἔκαστος ὑμῶν κατὰ τοῦ πλησίον ἐν τῇ καρδίᾳ ἔαντοῦ κακίαν μὴ μησικακείτω, καὶ ὅρκον ψευδῇ μὴ ἀγαπᾶτε. 9. αἰσθινεσθαι οὖν ὀφείλομεν, μὴ ὕντες ἀσύνετοι, τὴν γνώμην τῆς ἀγαθωσύνης τοῦ πατρὸς ἡμῶν, ὅτ' ἡμῖν λέγει, θέλον ἡμᾶς μὴ ὁμοίος πλανωμένους ἐκείνοις ξητεῖν, πῶς προσάγωμεν αἰτῷ. 10. ἡμῖν οὖν οὔτως λέγει Θυσία τῷ κυρίῳ καρδία συντετριμμένη, ὁσμὴ εὐωδίας τῷ κυρίῳ καρδία δωξάξυνσα τὸν πεπλακότα αὐτήν. ἀκριβεύεσθαι οὖν ὀφείλομεν, ἀδελφοί, περὶ τῆς σωτηρίας ἡμῶν, ἵνα

Jer. 7, 22, 23

Zech. 8, 17

Pn. 51, 19

τω κυρίῳ CL, τῶ θεῳ N (LXX).