THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 24

THE APOSTOLIC FATHERS

X

[s. 41, 8;]

[11 Chron.]

[26, 7;]

James 2, 28

1. 'Αβραάμ, ό φίλος προσαγορευθείς, πιστός εύρέθη ἐν τῷ αὐτὸν ὑπήκοον γενέσθαι τοῦς ῥήμασιν τοῦ θεοῦ. 2. οὗτος δι' ὑπακοῆς ἐξῆλθεν ἐκ τῆς γῆς αὐτοῦ καὶ ἐκ τῆς συγγενείας αὐτοῦ καὶ ἐκ τοῦ οἶκου τοῦ πατρὸς αὐτοῦ, ὅπως γῆν ὁλίγην καὶ συγγένειαν ἀσθενῆ καὶ οἶκον μικρὸν καταλιπὼν κληρονομήσῃ τὰς ἐπαγγελίας τοῦ θεοῦ. λέγει γὰρ αὐτῷ

Gen. 12, 1-3

3. 'Απελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἶκου τοῦ πατρὸς σου εἰς τὴν γῆν ἢν ἄν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος· καὶ εὐλογήσω τοὶς εὐλογοῦντὰς σε καὶ καταράσομαι τοὺς καταρωμένους σε, καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. 4. καὶ πάλιν ἐν τῷ διαχωρισθῆναι αὐτὸν ἀπὸ Λὸτ εἶπεν αὐτῷ ὁ θεὸς. 'Αναβλέψας τοῖς ὁφθυλμοῖς σου ἰδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θυλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἢν σὺ ὁρᾶς, σοὶ διωσω αὐτὴν καὶ τῷ σπέρματί σου ἔνος αἰῶνος. 5. καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δέναταἱ τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται. 6. καὶ

Gen. 18, 14-16

Gen. 15, 5. 6;]

[Rom. 4, 3]

πάλιν λέγει. 'Εξήγαγεν ὁ θεὸς τὸν 'Αβραάμ καὶ εἶπεν αὐτῷ· 'Αναβλέψου εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δινήσῃ ἐξαυθμῆσαι αἰτοῖς· οὕτως ἔσται τὸ σπέρμα σου. ἐπίστευσεν δὲ 'Αβραάμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 7. διὰ πίστιν καὶ φυλοξενίαν ἐδοθη