THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 350

THE APOSTOLIC FATHERS

Dan. 7, 7. 8 αὐτοῦ λέγει Δαυήλ· Καὶ εἴδον τὸ τέταρτον θηρίον τὸ ποιηρὸν καὶ ἰσχυρὸν καὶ χαλεπώτερον παρὰ πίντα τὰ θηρία τῆς θαλάσσης, καὶ ὡς ἐξ αὐτοῦ ἀνέτειλεν δέκα κέρατα, καὶ ἐξ αὐτῶν μικρὸν κέρας παραφυάδιον, καὶ ὡς ἐταπείνωσεν ὑφ' ἐν τρία τῶν μεγάλων κεράτων. 6. συνιέναι οὖν ὀφείλετε, ἔτι δὲ καὶ τοῦτο ἐρωτῶ ὑμᾶς ὡς εἴς ἐξ ὑμῶν ὤν, Didachei ii, 7 ἰδίως δὲ καὶ πίντας ἀγαπῶν ὑπὲρ τὴν ψυχήν μου, προσέχειν νῦν ἑαυτοῖς καὶ μὴ ὁμοιοῦσθαί τισιν ἐπισωρεύοντας ταῖς ἀμαρτίαις ὑμῶν λέγοντας, ὅτι ἡ διαθήκη ἐκείνων καὶ ἡμῶν. 7. ἡμῶν μέν· ἀλλ' ἐκεῖνοι οὕτως εἰς τέλος ἀπώλεσαν αὐτὴν λαβόντος ἦδη τοῦ Μωϊσέως. λέγει γὰρ ἡ γραφή· Καὶ ἦν Μωϊσῆς ἐν τῷ ὅρει ινηστεύων ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, καὶ ἔλαβεν τὴν διαθήκην ἀπὸ τοῦ κυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τῆς χειρὸς τοῦ κυρίου. 8. ἀλλὰ ἐπιστραφέντες ἐπὶ τὰ εἰῶλα ἀπώλεσαν αὐτὴν. λέγει γὰρ οὕτως κύριος. Μωϊσῆ Μωϊσῆ, κατάβηθι τὸ τάχος, ὅτι ἡνόμησεν ὁ λαός σου, οἴς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου, καὶ συνῆκεν Μωϊσῆς καὶ ἔριψεν τὰς δύο πλάκας ἐκ τῶν χειρῶν αὐτοῦ· καὶ συνετρίβη αὐτῶν ἡ διαθήκη, ἵνα ἡ τοῦ ἠγαπημένου Ἰησοῦ ἐγκατασφαργισθῇ εἰς τὴν καρδίαν ἡμῶν ἐν ἐλπίδι τῆς πίστεως αὐτοῦ. 9. πολλὰ δὲ θέλων γράφειν, οἰχ ὡς διδάσκαλος, ἀλλ' ὡς πρέπει ἀγαπῶντι ἀφ' ὧν ἔχομεν μὴ ἐλλείπειν, γράφειν ἐσποῦδασα, περίψημα ὑμῶν. διὸ προσέχωμεν ἐν ταῖς ἐσχάταις ἡμέραις· οὐδὲν

1 θαλάσσης CL, 7ῆς Ν.