THE APOSTOLIC FATHERS
p. 358
THE APOSTOLIC FATHERS
VI
Is. 50, 8, 9
1. "Οτε οὖν ἐποίησεν τὴν ἐντολήν, τί λέγει; Τίς ὁ κρινόμενός μοι; ἀντιστήτω μοι· ἢ τίς ὁ δικαιούμενός μοι; ἐγγισάτω τῷ παιδὶ κυρίου. 2. οὐαὶ ὑμῖν, ὅτι ὑμεῖς πάντες ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς καταφάγεται ὑμᾶς. καὶ πάλιν λέγει ὁ προφήτης, ἐπεὶ ὡς λίθος ἰσχυρὸς ἐτέθη εἰς συντριβήν· Ἰδού, ἐμβαλῶ εἰς τὰ θεμέλια Σιῶν λίθον πολυτελῆ, ἐκλεκτόν, ἀκρογωνιαῖον, ἔντιμον. 3. εἶτα τί λέγει; Καὶ δς ἐλπίσει ἐπ' αὐτὸν ξήσεται εἰς τὸν αἰῶνα. ἐπὶ λίθον οὖν ἡμῶν ἡ ἐλπίς; μὴ γένοιτο· ἀλλ' ἐπεὶ ἐν ἰσχύῖ τέθεικεν τὴν σάρκα αὐτοῦ κύριος. λέγει γὰρ· Καὶ ἔθηκέ με ὡς στερεὰν πέτραν. 4. λέγει δὲ πάλιν ὁ προφήτης· Λίθον δν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὖτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. καὶ πάλιν λέγει· Αὕτη ἐστὶν ἡ ἠμέρα ἡ μεγάλη καὶ θαυμαστή, ἢν ἐποίησεν ὁ κύριος. 5. ἀπλούστερον ὑμῖν γράφω, ἵνα συνιῆτε· ἐγὼ περίψημα τῆς ἀγάπης ὑμῶν.
Ps. 1157 22. 24
Ps. 22. 18; Ps. 21, 19
Ps. 22. 18; 115, 12
Ps. 21, 19
Is. 3, 9, 10, cf. Wisd. 2, 12
6. τί οὖν λέγει πάλιν ὁ προφήτης; Περιέσχεν με συναγωγὴ πονηρευομένων, ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καί· Ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. 7. ἐν σαρκὶ οὖν αὐτοῦ μέλλοντος φανεροῦσθαι καὶ πάσχειν, προεφανερώθη τὸ πάθος. λέγει γὰρ ὁ προφήτης ἐπὶ τὸν Ἰσραήλ· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν
δς ἐλπίσει ἐπ' αὐτόν G, ὁ πιστεύων εἰς αὐτόν NCL, probably owing to the influence of the LXX. ἐλπίσει is covered by the following ἐλπίς.