THE APOSTOLIC FATHERS
p. 384
THE APOSTOLIC FATHERS
ούτως πάλιν ἐνίκα ὁ Ἰσραήλ. εἶτα, ὁπόταν καθέλειν, ἐθανατοῦντο. 3. πρὸς τί; ἵνα γνῶσιν ὅτι οὐ δύνανται σωθῆναι, ἐὰν μὴ ἐπ' αὐτῷ ἐλπίσσσιν. 4. καὶ πάλιν ἐν ἐτέρῳ προφήτη λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθῆ καὶ ἀντιλέγοντα ὁδῷ δικαία μου. 5.
πάλιν Μωϋσῆς ποιεῖ τύπον τοῦ Ἰησοῦ, ὅτι δεῖ αὐτὸν παθεῖν, καὶ αὐτὸς ζωοποιήσει, ὸν δόξουσιν ἀπολωλεκέναι, ἐν σημείῳ πίπτοντος τοῦ Ἰσραήλ,
Num. 21, 6 ff. (ἐποίησεν γὰρ κύριος πάντα ὅφιν δικνειν αὐτούς, καὶ ἀπέθυησκον ἐπειδὴ ἡ παράβασις διὰ τοῦ ὅφεως ἐν Εὐα ἐγένετο), ἵνα ἐλέγξῃ αὐτούς, ὅτι διὰ τὴν παράβασιν αὐτῶν εἰς θλίψιν θανάτου παραδοθήσονται. 6. πέρας γέ τοι αὐτὸς Μωϋσῆς
Deut. 27, 15 ἐντειλάμενος· Οὐκ ἔσται ὑμῖν οὔτε χωνεντὸν οὔτε γλυπτὸν εἰς θεὸν ὑμῖν, αὐτὸς ποιεῖ, ἵνα τύπον τοῦ Ἰησοῦ δείξῃ. ποιεῖ οὔν Μωϋσῆς χαλκοῦν ὅφιν καὶ τίθησιν ἐνδόξως καὶ κηρύγματι καλεῖ τὸν λαόν. 7. ἐλθόντες οὔν ἐπὶ τὸ αὐτὸ ἐδέοντο Μωϋσέως, ἵνα περὶ αὐτῶν ἀνενέγκῃ δέησιν περὶ τῆς ἱάσεως αὐτῶν. εἶπεν δὲ πρὸς αὐτοὺς Μωϋσῆς·
Num. 21, 8. 9 Ὅταν, φησίν, δηχθῇ τις ὑμῶν, ἐλθέτω ἐπὶ τὸν ὅφιν τὸν ἐπὶ τοῦ ξύλου ἐπικείμενον καὶ ἐλπιστάτω πιστεύσας, ὅτι αὐτὸς ὣν νεκρὸς δύναται ζωοποιήσαι, καὶ παραχρῆμα σωθήσεται. καὶ οὔτως ἐποίουν. ἔχεις πάλιν καὶ ἐν τούτοις τὴν δόξαν τοῦ Ἰησοῦ, ὅτι ἐν αὐτῷ πάντα καὶ εἰς αὐτόν.
Num. 13, 17 8. τί λέγει πάλιν Μωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή, ἐπιθεὶς αὐτῷ τοῦτο τὸ ὄνομα, ὅντι προφήτῃ, ἵνα μόνον ἀκούσῃ πᾶς ὁ λαός; ὅτι πάντα ὁ πατὴρ
ἀπειθῇ Ν, ἀπειθοῦντα Cg (LXX).