THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 28

THE APOSTOLIC FATHERS

Josh. 2, 3 λινοκαλάμην. 4. ἐπισταθέντων δὲ τῶν παρὰ τοῦ βασιλέως καὶ λεγόντων· Πρὸς σὲ εἰσήλθον οἱ κατάσκοποι τῆς γῆς ἡμῶν· ἐξάγαγε αὐτοὺς, ὁ γὰρ

Josh. 2, 4.5 βασιλεὺς οὕτως κελεύει, ἤδε ἀπεκρίθη· Εἰσήλθον μὲν οἱ ἄνδρες, οὺς ζητεῖτε, πρὸς με, ἀλλ' εὐθέως ἀπῆλθον καὶ πορεύονται τῇ ὁδῷ· ὑποδεικνύουσα αὐτοῖς ἐναλλάξ. 5. καὶ εἶπεν πρὸς τοὺς ἄνδρας·

Josh. 2, 9-13 Γινώσκουσα γινώσκω ἐγώ, ὅτι κύριος ὁ θεὸς παραδίδωσιν ὑμῦν τὴν γῆν ταύτην· ὁ γὰρ φόβος καὶ ὁ τρόμος ὑμῶν ἐπέπεσεν τοῖς κατοικοῦνσιν αὐτήν. ὡς ἐὰν οὖν γένηται λαβεῖν αὐτὴν ὑμῶς, διασώσατέ με καὶ τὸν οἴκον τοῦ πατρός μου. 6. καὶ

Josh. 2, 14 εἶπαν αὐτῇ· Ἔσται οὕτως, ὡς ἐλάλησας ἡμῦν. ὡς ἐὰν οὖν γνῷς παραγινομένους ἡμῶς, συνάξεις πάντας τοὺς σοὺς ὑπὸ τὸ στέγος σου, καὶ διασωθήσονται· ὕσοι γὰρ ἐὰν εύρεθῶσιν ἔξω τῆς

Josh. 2, 18 οἰκίας, ἀπολοῦνται. 7. καὶ προσέθεντο αὐτῇ δοῦναι σημεῖον, ὕπως ἐκκρεμίση ἐκ τοῦ οἴκου αὐτῆς κύκκινον, πρόδηλον ποιοῦντες, ὅτι διὰ τοῦ αίματος τοῦ κυρίου λύτρωσις ἔσται πᾶσιν τοῖς πιστεύουσιν καὶ ἐλπίζουσιν ἐπὶ τὸν θεόν. 8. ὑρῶνε, ἀγαπητοί, ὅτι οὐ μόνον πίστις, ἀλλὰ καὶ προφητεία ἐν τῇ γυναικὶ γέγονεν.

XIII

1. Ταπεινοφρονήσωμεν οὖν, ἀδελφοί, ἀποθέμενοι πᾶσαν ἀλαζονείαν καὶ τῦφος καὶ ἀφροσύνην καὶ ὁργίις, καὶ ποιήσωμεν τὸ γεγραμμένον, λέγει γὰρ τὸ πνεῦμα τὸ ἄγιον· Μὴ καινχάσθω ὁ σοφὸς ἐν τῇ σοφία αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύι αὐτοῦ μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ' ἤ ὁ

Jer. 9, 23-24; I Sam. 2, 10; I Cor. 1, 81; II Cor. 10, 17