THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 396

THE APOSTOLIC FATHERS

ποιήσω, ὅ ἐστιν ἄλλου κόσμου ἀρχήν. 9. διὸ καὶ ἄγομεν τὴν ἡμέραν τὴν ὀγδόην εἰς εὐφροσύνην, ἐν ῇ καὶ ὁ Ἰησοῦς ἀνέστη ἐκ ιεκρῶν καὶ φανερωθεὶς ἀνέβη εἰς οὐρανούς.

XVI

1. Ἔτι δὲ καὶ περὶ τοῦ ναοῦ ἐρῶ ὑμῖν, ὡς πλανώμενοι οἱ ταλαίπωροι εἰς τὴν οἰκοδομὴν ἤλπισιν, καὶ οὐκ ἐπὶ τὸν θεὸν αὐτῶν τὸν ποιήσαντα αὐτούς, ὡς ὅντα οἶκον θεοῦ. 2. σχεδὸν γὰρ ὡς τὰ ἔθυη ἀφιέρωσαν αὐτὸν ἐν τῷ ναῷ. ἀλλὰ πῶς λέγει κύριος καταργῶν αὐτόν, μάθετε· Τίς ἐμέτρησεν τὸν οὐρανὸν σπιθαμῇ ἡ τὴν γῆνερακί; οὐκ ἐγώ; λέγει κύριος· (ὁ οὐρανὸς μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, ἡ τίς τόπος τῆς καταπαύσεως μου; ἐγνώκατε, ὅτι ματαία ἡ ἐλπὶς αὐτῶν. 3. πέρας γέ τοι πάλιν λέγει· Ἰδού, οἱ καθελούτες τὸν ναον τοῦτον αὐτοὶ αὐτὸν οἰκοδομήσουσιν. 4. γίνεται.

διὰ γὰρ τὸ πολεμεῖν αἰτοὺς καθῃρέθη ὑπὸ τῶν ἐχθρῶν· νῦν καὶ αὐτοὶ οἱ τῶν ἐχθρῶν ὑπῃρέται ἀνοικοδομήσουσιν αὐτόν. 5. πάλιν ὡς ἔμελλεν ἡ πόλις καὶ ὁ ναὸς καὶ ὁ λαὸς Ἰσραὴλ παραδ.δοσθαι, ἐφανερώθη. λέγει γὰρ ἡ γραφή· Καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν, καὶ παραδώσει κύριος τὰ πρόβατα τῆς νομῆς καὶ τὴν μάνδραν καὶ τὸν πύργον αὐτῶν εἰς καταφθοράν. καὶ ἐγένετο καθ' ἃ ελάλησεν κύριος. 6. ξητήσωμεν δέ, εἰ ἔστιν ναὸς θεοῦ. ἔστιν, ὅπου αὐτὸς λέγει ποιεῖν καὶ καταρτίξειν. γέγραπται γὰρ· Καὶ

Is. 40, 12

Is. 66, 1

Is. 49, 17

Enoch 89, 55. 66. 67

Dan. 9, 24-27?