THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 402

THE APOSTOLIC FATHERS

σαντα, δοξάσεις τόν σε λυτρωσάμενον ἐκ θανάτον· ἔσῃ ἀπλοῦς τῇ καρδία καὶ πλούσιος τῷ πνεύματι· οὐ κολληθήσῃ μετὰ τῶν πορευομένων ἐν ὁδῷ θανάτον, μισήσεις πᾶν, ὃ οὐκ ἔστιν ἀρεστὸν τῷ θεῷ, μισήσεις πᾶσαν ὑπόκρισιν· οὐ μὴ ἐγκα- ταλίπῃς ἐντολὰς κυρίου. 3. οὐχ ὑψώσεις σεαντόν, ἔσῃ δὲ ταπεινόφρων κατὰ πίντα: οὐκ ἀρεῖς ἐπὶ σεαντὸν δόξαν. οὐ λήμψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου, οὐ δώσεις τῇ ψυχῇ σου θρύσος. 4. οὐ πορνεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορή- σεις. οὐ μή σου ὁ λόγος τοῦ θεοῦ ἔξέλθῃ ἐν ἀκα- θαρσία τινῶν. οὐ λήμψῃ πρόσωπον ἐλέγξαι τινὰ ἐπὶ παραπτώματι. ἔσῃ πραύς, ἔσῃ ἡσύχιος, ἔσῃ τρέμων τοὺς λόγους οὺς ἤκουσας. οὐ μνησικακήσεις τῷ ἀδελφῷ σου. 5. οὐ μὴ διψυχήσῃς, πότερον ἔσται ἡ οὔ. οὐ μὴ λάβῃς ἐπὶ ματαίῳ τὸ ὄνομα κυρίου. ἀγαπήσεις τὸν πλησίον σου ὑπὲρ τὴν ψυχήν σου. οὐ φονεύσεις τέκνον ἐν φθορᾶ, οὐδὲ πάλιν γεννηθὲν ἀποκτενεῖς. οὐ μὴ ἄρῃς τὴν χεῖρί σου ἀπὸ τοῦ νίοῦ σου ἡ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ ἀπὸ νεότητος διδάξεις φόβου θεοῦ. 6. οὐ μὴ γένῃ ἐπιθυμῶν τὰ τοῦ πλησίον σου, οὐ μὴ γένῃ πλεονέκτης. οὐδὲ κολληθήσῃ ἐκ ψυχῇς σου μετὰ ὑψηλῶν, ἀλλὰ μετὰ ταπεινῶν καὶ δικαίων ἀνα- στραφήσῃ. τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰςώς, ὅτι ἄνευ θεοῦ οὐδὲν γίνεται. 7. οὐκ ἔσῃ διγνώμων οὐδὲ γλωσσώδῃς.

γλωσσώδῃς N. δίγλωσσος (CG; G also adds παγῶ γῶν θανάτον ἐστιν ἡ διγλωσσία (from Apost. Const.) "for to be double-tongued is the snare of death."