THE APOSTOLIC FATHERS
p. 406
THE APOSTOLIC FATHERS
XX
1. Ή δὲ τοῦ μέλαιος ὁδός ἐστιν σκολιά καὶ κατάρας μεστή. ὁδὸς γάρ ἐστιν θανάτου αἰωτίου μετὰ τιμωρίας, ἐν ῇ ἐστιν τὰ ἀπολλύντα τὴν ψυχὴν αὐτῶν· εἰδωλολατρεία, θρασύτης, ὕψος δυνάμεως, ὑπόκρισις, διπλοκαρδία, μοιχεία, φόνος, άρπαγή, ὑπερηφανία, παράβασις, δόλος, κακία, αὐθιίδεια, φαρμακεία, μαγεία, πλεονεξία, ἀφοβία θεοῦ· 2. διῶκται τῶν ἀγαθῶν, μισοῦντες ἀλήθειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης, οὐ κολλώμενοι ἀγαθῷ, οὐ κρίσει δικαίᾳ, χήρᾳ καὶ ὁρφανῷ οὐ προσέχοντες, ἀγρυπνοῦντες οὐκ εἰς φόβον θεοῦ, ἀλλ' ἐπὶ τὸ ποιηρόν, ὧν μακοὰν καὶ πόρρω πραύτης καὶ ὑπομονή, ἀγαπῶντες μάταια, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεῶντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, εὐχερεῖς ἐν καταλαλιᾳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος θεοῦ, ἀποστρεφόμενοι τὸν ἐπδεύμενοι, καταπονοῦντες τὸν θλιβόμενοι, πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι.
XXI
1. Καλὸν οὖν ἐστὶν μαθόντα τὰ δικαιώματα τοῦ κυρίου, ὅτι γέγραπται, ἐν τούτοις περιπατεῖν· ὁ γὰρ ταῦτα ποιῶν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ δοξασθήσεται· ὁ ἐκεῖνα ἐκλεγόμενος μετὰ τῶν ἔργων αὐτοῦ συναπολεῖται. διὰ τοῦτο ἀναστασις, 406