THE APOSTOLIC FATHERS
p. 32
THE APOSTOLIC FATHERS
Ps. 37, 35-37 5. καὶ πάλιν λέγει· Ἐἶδον ἀσεβῆ ὑπερνψούμενον καὶ ἐπαιρύμενον ὁς τὰς κέδρους τοῦ λιβάνον· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἢν, καὶ ἐξεξήτησα τὸν τόπον αὐτοῦ, καὶ οὐχ εὖρον. φύλασσε ἀκακίαν καὶ ἰδε εὐθύτητα, ὅτι ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἶρηνικῷ.
XV
1. Τοίνυν κολληθῶμεν τοῖς μετ' εὐσεβείας εἶρηνεύουσιν, καὶ μὴ τοῖς μεθ' ὑποκρίσεως βουλομένους εἶρήνην. 2. λέγει γάρ που· Οὖτος ὁ λαὸς τοῖς χείλεσὶν μετιμᾶ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ' ἐμοῦ. 3. καὶ πάλιν· Τῷ στόματι αὐτῶν εὐλογοῦσιν, τῇ δὲ καρδία αὐτῶν κατηρῶντο. 4. καὶ πάλιν λέγει· Ἡγάπησαν αὐτὸν τῷ στόματι αὐτῶν καὶ τῇ γλῶσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν, ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ. 5. διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν· Ἐξαλεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια, ἡ γλῶσσαν μεγαλορήμονα, τοὺς εἶπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ' ἡμὶν ἐστιν τίς ἡμῶν κύριός ἐστιν; 6. ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι. λέγει κύριος· θήσομαι ἐν σωτηρίῳ, 7. παρρησιώομαι ἐν αὐτῷ.
δόλια. . . δόλια are omitted by all the practical authorities (including Clem.) except S. It is probable that this is a primitive commption in the text, and that the reading of S is a correct emendation, which, it may be observed, was included pendently made by Lightfoot before the discovery of S.