THE APOSTOLIC FATHERS
p. 46
THE APOSTOLIC FATHERS
XXI
1. 'Ορᾶτε, ἀγαπητοί, μὴ αἱ εὐεργεσίαι αὐτοῦ αἱ πολλαὶ γένωνται εἰς κρίμα' ήμῶν, ἐὰν μὴ ἀξίως αὐτοῦ πολιτευόμενοι τὰ καλὰ καὶ εὐάρεστα ἐνώπιον αὐτοῦ ποιῶμεν μεθ' ὁμονοίας. 2. Λέγει γάρ που Πνεῦμα κυρίου λύχνος ἐρευνῶν τὰ ταμεία τῆς γαστρός: 3. ἴδωμεν, τῶς ἐγγύς ἐστιν, καὶ ὅτι οὐδὲν λέληθεν αὐτὸν τῶν ἐννοιῶν ήμῶν οὐδὲ τῶν διαλογισμῶν ὅν ποιούμεθα: 4. δίκαιον οὔν ἐστὶν μὴ λειποτακτεῖν ήμᾶς ἀπὸ τοῦ θελήματος αὐτοῦ. 5. μᾶλλον ἀνθρώποις ἄφροσι καὶ ἀνοήτοις καὶ ἐπαιρομένοις καὶ ἐγκαυχωμένοις ἐν ἀλαξονεία τοῦ λόγου αὐτῶν προσκόψωμεν ἤ τῷ θεῷ. 6. τὸν κύριον Ἰησοῦν Χριστόν, οὔ τὸ αἴμα ὑπὲρ ήμῶν ἐδύθη, ἐντραπῶμεν, τοὺς προηγουμένους ήμῶν αἰδεσθῶμεν, τοὺς πρεσβυτέρους τιμήσωμεν, τοὺς νέους παιδεύσωμεν τὴν παιδείαν τοῦ φόβου τοῦ θεοῦ, τὺς γυναῖκας ήμῶν ἐπὶ τὸ ἀγαθὸν διορθωσώμεθα. 7. τὸ ἀξιαγάπητον τῆς ἀγνείας ἤθος ἐνδειξύσθωσαν, τὸ ἀκέραιον τῆς πραϊτητος αὐτῶν βούλημα ἀποδειξάτωσαν, τὸ ἐπιεικὲς τῆς γλώσσης αὐτῶν διὰ τῆς σιγῆς φανερὸν ποιησιάτωσαν, τὴν ἀγάπην αὐτῶν μὴ κατὰ προσκλίσεις, ἀλλὰ πᾶσιν τοῖς φοβουμένοις τὸν θεὸν ὁσίως ἴσην παρεχέτωσαν. 8. τὰ τέκνα ήμῶν τῆς ἐν Χριστῷ παιδείας μεταλαμβανέτωσαν μαθέτωσαν, τί ταπεινοφροσύνη παρὰ θεῷ ἰσχύει, τί ἀγάπη ἀγνὴ παρὰ θεῷ δύναται, πῶς ὁ φόβος αὐτοῦ καλὸς καὶ μέγας καὶ
A(C) rend κρίμα πᾶσιν ἤμῖν.
Limplies είδωμεν (seinennis), "let us know."