THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 52

THE APOSTOLIC FATHERS

Mk. 4, 3 and 1 ὁ σπύρος πῶς καὶ τίνα τρύπον γίνεται; 5. ἐξῆλθεν ὁ σπείρων καὶ ἔβαλεν εἰς τὴν γῆν ἔκαστον τῶν σπερμάτων, ἅτινα πεσόντα εἰς τὴν γῆν ξηρὰ καὶ γυμνὰ διαλύεται· εἴτ' ἐκ τῆς διαλύσεως ἡ μεγαλειώτης τῆς προνοίας τοῦ δεσπότου ἀνίστησιν αὐτά, καὶ ἐκ τοῦ ἔνὸς πλείονα αὐξει καὶ ἐκφέρει καρπόν.

XXV

1. Ἴδωμεν τὸ παράδοξον σημεῖον τὸ γινόμενον ἐν τοῖς ἀνατολικοῖς τύποις, τουτέστιν τοῖς περὶ τὴν Ἀραβίαν. 2. ὅρνεον γάρ ἐστιν, ὃ προσεναμάζεται φοῖνιξ· τοῦτο μονογενὲς ἔπάρχον ζῇ ἔτη πεντακώσια, γενύμενον τε ἦεὴ πρὸς ἀπολυσιν τοῦ ἀποθανεῖν αὐτό, σηκὸν ἔαυτῷ ποιεῖ ἐκ λυβάνου καὶ σμύρνης καὶ τῶν λοιπῶν ἀρωμάτων, εἰς ὃν πληρωθέντος τοῦ χρόνου εἰσέρχεται καὶ τελευτῷ. 3. σηπομένης δὲ τῆς σαρκὸς σκώληξ τις γεννᾶται, ὃς ἐκ τῆς ἰκμάδος τοῦ τετελευτηκότος ζώου ἀνατρεφόμενος πτεροφυεῖ· εἴτα γενναῖος γενόμενος αἴρει τὸν σηκὸν ἐκεῖνοι, ὅπου τὰ ὀστᾶ τοῦ προγεγονότος ἐστίν, καὶ ταῦτα βαστάζον διανύει ἀπὸ τῆς Ἀραβικῆς χώρας ἕως τῆς Ἀἰγύπτου εἰς τὴν λεγομένην Ἡλιουπολν, 4. καὶ ἡμέρας, βλεπόντων πινιτων, ἐπιπτὰς ἐπὶ τὸν τοῦ ἡλίου βωμὸν τίθησιν αὐτὰ καὶ αἴτως εἰς τοὺπίσω ἀφορρῷ. 5. οἱ αἴν ἱερεῖς ἐπισκέπτονται τὰς ἀναγραφὰς τῶν χρόνων καὶ εἰρίσκονσιν αὐτὸν πεντακοσιοστοῦ ἔτους πεπληρωμένου ἐληλυθέναι.