THE APOSTOLIC FATHERS
p. 54
XXVI
1. Μέγα καὶ θαυμαστὸν οὖν νομίζομεν εἶναι, εἰ ὁ δημιουργὸς τῶν ἀπάντων ἀνάστασιν ποιήσεται τῶν ὁσίως αὐτῷ δουλευσάντων ἐν πεποιθήσει πίστεως ἀγαθῆς, ὅπου καὶ δὲ ὀρνέον δείκνυσιν ἡμῖν τὸ μεγαλεῖον τῆς ἐπαγγελίας αὐτοῦ; 2. λέγει γὰρ που· Καὶ ἐξαναστήσεις με, καὶ ἐξομολογήσομαί σοι, καί· Ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι σὺ μετ' ἐμοῦ εἴ. 3. καὶ πάλιν Ἰώβ λέγει· Καὶ ἀναστήσεις τὴν σύρκα μου ταύτην τὴν ἀναντλήσασαν ταῦτα πάντα.
Pa. 28, 77
Pa. 3, 5
Job 19, 26
XXVII
1. Ταύτῃ οὖν τῇ ἐλπίδι προσδεδέσθωσαν αἰ ψυχαὶ ἡμῶν τῷ πιστῷ ἐν ταῖς ἐπαγγελίαις καὶ τῷ δικαίῷ ἐν τοῖς κρίμασιν. 2. ὁ παυαγγείλας μὴ ψεύδεσθαι, πολλῷ μᾶλλον αὐτὸς οὐ ψευσέται· οὐδὲν γὰρ ἀδύνατον παρὰ τῷ θεῷ εἰ μὴ τὸ ψεύσασθαι. 3. ἀναζωπυρησάτω οἶν ἡ πίστις αὐτοῦ ἐν ἡμῖν, καὶ νοήσωμεν ὅτι πάντα ἐγγίες αὐτῷ ἐστιν. 4. ἐν λόγῳ τῆς μεγαλωσύνης αὐτοῦ συνεστήσατο τὰ πάντα, καὶ ἐν λόγῳ δύναται αὐτὰ καταστρέψαι. 5. Τίς ἐρεῖ αὐτῷ· Τί ἐπώησας; ἡ τίς ἀντιστήσεται τῷ κριτει τῆς ἰσχυος αὐτοῦ; ὅτε θέλει καὶ ὁς θέλει ποιήσει πάντα, καὶ οὐδεν μὴ παρέλθῃ τῶν δεδογματισμένων ἱπ' αἰτοῦ. 6. πάντα ἐνωπιον αὐτοῦ εἰσίν, και οὐδεν λέληθεν τιν βουλῶν αὐτοῦ, 7. εἰ οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ,
Heb. 6, 18
Wisd. 12, 12
Pa. 19, 1-3