THE APOSTOLIC FATHERS

by KIRSOPPP LAKE

p. 70

THE APOSTOLIC FATHERS

XXXVI

1. Αύτη ἡ ὁδός, ἀγαπητόν, ἐν ῇ εὕρομεν τὸ σωτήριον ἡμῶν, Ἰησοῦν Χριστόν, τὸν ἀρχιερέα τῶν προσφορῶν ἡμῶν, τὸν προστάτην καὶ βοηθὸν τῆς ἀσθενείας ἡμῶν. 2. διὰ τούτου ἀτενίζομεν' εἰς τὰ ὕψη τῶν οὐρανῶν, διὰ τούτου ἐνοπτριζόμεθα τὴν ἄμωμον καὶ ὑπερτάτην ὅψιν αὐτοῦ, διὰ τούτου ἡνεῴχθησαν ἡμῶν οἱ ὁφθαλμοὶ τῆς καρδίας, διὰ τούτου ἡ ἀσύνετος καὶ ἐσκοτωμένη διάνοια ἡμῶν ἀναθάλλει εἰς τὸ φῶς, διὰ τούτου ἡθελησεν ὁ δεσπότης τῆς ἀθανάτου γνώσεως ἡμῶς γεύσασθαι, ὃς ὣν ἀπαύγασμα τῆς μεγαλωσύνης αὐτοῦ, τοσούτῳ μείζων ἐστὶν ἀγγέλων, ὅσῳ διαφορώτερον ὅνομα κεκληρονόμηκεν. 3. γέγραπται γὰρ οὕτως 'Ο ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. 4. ἐπὶ δὲ τῷ υἱῷ αὐτοῦ οὕτως εἴπεν ὁ δεσπότης. Τίος μου εἰ σύ, ἐγὼ σήμερον γεγέννηκά σε αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληροιομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. 5. καὶ πάλιν λέγει πρὸς αὐτόν· Κάθου ἐκ δεξιῶν μου, ἕως ἀν θῶ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν ποδῶν σου. 6. τίνες οὖν οἱ ἐχθροί; οἱ φαῦλοι καὶ ἀντιτασσόμενοι τῷ θελήματι αὐτοῦ.

Heb. 1, 7; Ps. 104, 4

Heb. 1, 5 Ps. 2, 7. 8

Heb. 1, 13; Ps. 110, 1

XXXVII

1. Στρατευσώμεθα οὖν, ἄνδρες ἀδελφόί, μετὰ πάσης ἐκτενείας ἐν τοῖς ἀμώμοις προστάγμασιν αὐτοῦ. 2. κατανοήσωμεν τοὺς στρατευομένους

ἀτενίτωμεν Α "let us fix our gaze."