The key of truth, a manual of the Paulician church of Armenia

by Paulicians; Conybeare, F. C. (Frederick Cornwallis), 1856-1924

p. 171

APPENDIX VII

Τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰσαὰκ τοῦ καθολικοῦ τῆς μεγάλης Ἀρμενίας λόγος στηλιτευτικὸς κατὰ Ἀρμενίων. Κεφαλ. Η΄.

‘Ο Χριστὸς τριακονταετὴς ἐβαπτίσθη’ οὐκ οὖν αὐτοὶ ἔως τριάκοντα ἐτῶν μηδένα βαπτίσωσιν. ὁ Χριστὸς βαπτισθεὶς μύρον οὐκ ἐχρίσθη, οὔτε ἡγιασμένον ἔλαιον. οὐκοῦν μηδ’ αὐτοὶ χρισθῶσι μύρῳ ἢ ἁγίῳ ἐλαίῳ. ὁ Χριστὸς ἐν κολυμβήθρᾳ οὐκ ἐβαπτίσθη, ἀλλ’ ἐν ποταμῷ’ μηδ’ αὐτοὶ ἐν κολυμβήθρᾳ βαπτίσωσιν. ὁ Χριστὸς τὸ σύμβολον τῆς πίστεως τῶν τιῃ ἁγίων πατέρων οὐκ εἶπε μέλλων βαπτισθῆναι’ μηδ’ αὐτοὶ ὁμολογήσωσιν. ὁ Χριστὸς μέλλων βαπτισθῆναι πρὸς δυσμὰς οὐκ ἀπεστράφη καὶ ἀπετάξατο τῷ διαβόλῳ, καὶ ἐνεφύσησεν αὐτόν’ οὔτε πάλιν πρὸς ἀνατολὰς ἐστράφη καὶ συνετάξατο τῷ θεῷ’ αὐτὸς γὰρ ἦν ὁ ἀληθινὸς θεός’ οὐκοῦν μηδ’ αὐτοὶ ταὐτὸ τοὺς ὑπ’ αὐτῶν βαπτιζομένους ποιήσωσιν. ὁ Χριστὸς βαπτισθεὶς τοῦ ἑαυτοῦ σώματος οὐ μετέλαβε’ μηδ’ αὐτοὶ μεταλάβωσιν. ὁ Χριστὸς μετὰ τὸ βαπτισθῆναι ἐνήστευσεν ἡμέρας τεσσαράκοντα καὶ μόνον’ καὶ μέχρις ρκ’ ἐτῶν ἡ τοιαύτη παράδοσις κεκράτηκεν. . . ἀλλ’ ἡμεῖς ἐγγὺς τοῦ πάσχα, ἡμέρας ν’. ὁ Χριστὸς τὸ μυστήριον τῆς θυσίας τοῦ ἄρτου ἐν ἐκκλησίᾳ οὐ παρέδωκεν’ ἀλλ’ ἐν οἴκῳ κοινῷ, καὶ τραπέζᾳ κοινῇ καθεζόμενος’ οὐκοῦν μηδ’ αὐτοὶ ἐν ἐκκλησίαις ἱερουργήσωσι τὴν θυσίαν τοῦ ἄρτου. ὁ Χριστὸς μετὰ τὸ δειπνῆσαι καὶ χορτασθῆναι τοὺς μαθητὰς αὐτοῦ, τότε τοῦ ἰδίου (μετέδωκεν) σώματος’ οὐκοῦν καὶ αὐτοὶ πρῶτον φαγέτωσαν κρέα, καὶ χορτασθήτωσαν, καὶ τότε κοινωνήτωσαν τῶν μυστηρίων. ὁ Χριστός, εἰ καὶ ὑπὲρ ἡμῶν ἐσταυρώθη’ ἀλλὰ σταυρὸν προσκυνεῖσθαι οὐ διετάξατο, ὡς μαρτυρεῖ τὸ εὐαγγέλιον’ οὐκοῦν μηδ’ αὐτοὶ σταυρὸν προσκυνήτωσαν. ὁ σταυρὸς ξύλον ἦν’ οὐκοῦν μήτε χρυσοῦν, μήτε ἀργυροῦν, μήτε σιδηροῦν, ἢ χαλκοῦν, ἢ λιθινὸν σταυρὸν προσκυνήτωσαν. ὁ Χριστὸς ὼμοφόριον, καὶ ἐπιτραχήλιον, καὶ στιχάριον, καὶ φελώνιον καὶ μανδίον, οὐ περιεβάλετο’ μηδ’ αὐτοὶ ταῦτα περιβαλλέσθωσαν. ὁ Χριστὸς τὰς εὐχὰς

A clause has dropped out, which must have run somehow thus : οὐκοῦν καὶ αὐτοὶ μετὰ τὸν βαπτισμὸν τοῦ Χριστοῦ ἡμέρας τεσσαράκοντα νηστεύσωσιν. Perhaps it stood not here, but just before, after καὶ μόνον. The ἡμεῖς of course refers to Isaac, for the Paulicians are throughout expressed by αὐτοί. Isaac’s reference to Lent shows that it was a church fast, and not a private one following individual baptism, that was inculcated by the Paulicians.