The key of truth, a manual of the Paulician church of Armenia

by Paulicians; Conybeare, F. C. (Frederick Cornwallis), 1856-1924

p. 172

τῆς λειτουργίας καὶ τῶν ἀγίων Θεοφανίων καὶ τὰς λοιπὰς πάσας εὐχάς, παντὸς πράγματος καὶ ἀπάσης ὥρας οὐκ εἴρηκε' μηδ' αὐτὸ ταύτας λεγέτωσαν, ἦ ὑπὸ τῶν ἀγίων εὐχῶν ἀγωσθήτωσαν. ὁ Χριστὸς πατριάρχας, καὶ μητρο-πολίτας, καὶ ἐπισκόπους καὶ πρεσβυτέρους, καὶ διακόνους, καὶ μοναχούς, οὐκ ἐχειροτόνησεν, οὔτε τὰς εὐχὰς αὐτῶν εἴρηκε' μηδὲ αὐτὸ χειροτονείσθωσαν, ἦ ὑπὸ τῶν εὐχῶν εὐλογηθήτωσαν. ὁ Χριστὸς ἐκκλησίας οἰκοδομεῖσθαι, καὶ ἀγίας τραπέζας κατασκευάσαι, καὶ μύρφ χρισθῆναι, καὶ μυρίαις εὐχαῖς ἀγιά-ζεσθαι οὐ διετάξατο, οὐδὲ πεποίηκε' μηδ' αὐτὸ τοῦτο ποιησάτωσαν. ὁ Χριστὸς τετράδα καὶ παρασκευὴν οὐ νενήστευκε' μηδ' αὐτὸ νηστεύσωσαν. ὁ Χριστὸς κατὰ τὰς ἀνατολὰς προσεύχεσθαι οὐ διετάξατο, μηδ' αὐτὸ κατὰ τὰς ἀνατολὰς προσευχέσθωσαν. ταῦτα γὰρ πάντα καὶ πλείονα τούτων Χριστιανῶν μυστη-ρίων ὕντα, δι' ὧν ἡμεῖς ἀγιαζόμεθα, καὶ πιστοὶ γυνόμεθα, ὁ Χριστὸς δι' έαυτοῦ οὐ παρέδωκεν, ἄπερ ὁ ἀρνούμενος καὶ ἀθετῶν καὶ μὴ παραδεχόμενος, Χριστιανὸς καλεῖσθαι οὐ δύναται. ἀλλ' ἡμεῖς, ἄπερ ἐκ τῶν αὐτοῦ ἀποστόλων καὶ παναγίων πατέρων παρελάβομεν ζ ταῦτα κρατοῦμεν) , ἐξ ὧν ὑπάρχει καὶ ἡ τοῦ τελείου ἄρτου παράδοσις, καὶ ἡ διὰ τῆς λόγχης ἀποκαθαίρεσις, καὶ ἡ τῶν ἀγίων εἰκόνων ποίησίς τε καὶ προσκύνησις. οὐ γὰρ ἐναντιούμενοι τῷ Χριστῷ καὶ αὐτῷ μαχόμενοι, καὶ τὰ ἐκείνου ἐλαττοῦντες καὶ σμικρύνοντες, ταῦτα πάντα οἱ ἀπόστολοι, καὶ οἱ πατέρες ἐν ἐκκλησίᾳ παρέδωκαν' ἀλλὰ μᾶλλον τὰ ἐκείνου αὐξάνοντες, καὶ μεγαλύνοντες, καὶ ὑψοῦντες, καὶ τιμῶντες, καὶ δοξάζοντες μυστήρια. . . οὐκοῦν οἱ τοῦ τελείου ἄρτου τὴν παράδοσιν ἀθετοῦσι, καὶ οὐ παραδέχονται, καὶ ἄζυμον ἄρτον εἰς θυσίαν προσφέρειν βούλονται, ἀθετήτωσαν καὶ ἀρνήτωσαν ταῦτα πάντα, ἄπερ εἰρήκαμεν, ἄτινα ὁ Χριστὸς μὲν δι' έαυτοῦ οὐ παρέδωκεν' ἀλλ' οἱ ἀπόστολοι καὶ οἱ ἄγιοι πατέρες. εἰ γὰρ αὐτοὶ μὲν εἰς τὴν έαυτῶν διατροφὴν ἐσθίειν ἄζυμον οὐ καταδέχονται, πῶς τοῦτο τὸ βδελυκτόν, σῶμα θεοῦ κατασκευάσαι οὐκ αἰσχύνον-ται. οὐδὲν γὰρ ἔτερον οἱ ἀσεβεῖς, ἦ τὸ τέλειον τῆς Χριστοῦ ἐνανθρωπήσεως ἀρνεῖσθαι βουλόμενοι, ταῦτα πάντα φλυαροῦσι καὶ προφασίζονται, ἀλλοτρίους καὶ ξένους τοῦ Χριστοῦ καὶ τῶν ἀγίων αὐτοὺς δεικνύοντες.

Λόγος στηλιτευτικὸς τοῦ ὁσίου Ἰσαάκ, περὶ τῶν κακοδόξων Ἀρμενίων καὶ αἱρετικῶν (p. 395 Β).

Ἐγενήθην γὰρ καὶ ἀνετράφην ἐν μέσφ τῶν αἱρετικῶν καὶ ἀθέων, καὶ διδαχθεὶς ἐν πάσαις ταῖς διδασκαλίαις αὐτῶν, καὶ σφόδρα ὑβριστὴς καὶ ἀντι-

Notice that it is particularly this feast of which they deprecated the celebration. The context forbids us to suppose that it was the old Feast of the Baptism of Christ that was objected to. It must rather be the new Christmas festival that had supplanted it on the sixth of January, to which the Paulicians of the twelfth century objected.

By 'we' Isaac signifies himself and his party.

Words so bracketed are those supplied by Combesius.

This touch plainly reveals that the 'Protestants,' whose confession Isaac has just given above, were Adoptionists.