The key of truth, a manual of the Paulician church of Armenia

by Paulicians; Conybeare, F. C. (Frederick Cornwallis), 1856-1924

p. 173

τασσόμενος, καὶ λοιδορῶν τὴν τῶν Χριστιανῶν καὶ ὀρθοδόξων θρησκείαν. 'Αλλ' ἡ τοῦ θεοῦ φιλανθρωπία, διὰ πρεσβειῶν τῶν άγίων, μέχρι τοῦ παρόντος πολυτρόπως ἀνήλκυσε τοὺς Χριστιανοὺς ἐκ τῆς τῶν ἀθέων πλάνης καὶ πρὸς τὸ φῶς τῆς γνώσεως τῆς ἀληθείας προσέφερε. σπλαγχνισθεὶς δὲ καὶ ἐπὶ τὴν ἐμὴν ταπείνωσιν, καὶ οὐχὶ διὰ τὸ εἶναί με ἄξιον, ἀλλὰ διὰ τὴν αὐτοῦ εὐσπλαγχνίαν, καὶ διάνοιξας τὰ τοῦ νοός μου ὄμματα καὶ τὴν διάνοιαν. . . καὶ ἦρξάμην κηρύττειν, καὶ διαλαλεῖν ἐκ τῶν θεοπνεύστων γραφῶν, τὰ παρὰ τῶν αἱρετικῶν κεκαλυμμένα καὶ ἀγνοούμενα δόγματα. ὥστε διελαλήθη τὰ περὶ ἐμοῦ ἐπὶ πᾶσι' καὶ ἡ πρώην ἀγάπη καὶ συμφιλία, ἦν εἶχον πρὸς αὐτούς, μετετράπη εἰς ἔχθραν καὶ μῖσος, καὶ εἰς τελείαν μάχην. ὥστε συνεδριάσαντες, καὶ ἄπαξ, καὶ δίς, καὶ τρίς, καὶ συμβουλευσάμενοι μετὰ τῶν 'Αρμενίων ἐπισκόπων καὶ πρεσβυτέρων, καὶ τοῦ λοιποῦ λαοῦ, τοῦ θανατῶσαί με. ἔλεγον γάρ, ὅτι ὁ ἐγχειρίσας αὐτὸν καὶ θανατώσας, συγχωρηθήσονται αὐτῷ αἱ άμαρτίαι αὐτοῦ' καὶ τὸ αἶμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. μετὰ δὲ ταῦτα γραφὰς ἐπιτιμίων καὶ ὀργῆς μεγάλης ἔστειλαν πρὸς ἡμᾶς, ὅτι οὐκ ἔχεις ἐξουσίαν ὅλως ἱερουργῆσαι, ἐπεὶ ἀπέσχισας σεαυτὸν τῆς 'Αρμενίων θρησκείας. 'Εγὼ δὲ μετὰ χαρᾶς μεγάλης ἀντέγραψα αὐτοῖς' ὅτι οὐ μόνον τὴν ἱερωσύνην ἦν οὐκ εἶχα παραιτοῦμαι' ἀλλὰ καὶ τοὺς ἐπισκόπους καὶ τὴν θρησκείαν ὑμῶν βδελύττομαι καὶ ἀναθεματίζω. διὰ τοῦτο προσέφυγα τῇ ἀμωμήτῳ καὶ ἀληθινῇ πίστει, καὶ πρὸς τὴν άγιωτάτην μητρόπολιν ἐνέδραμον. καὶ ἔκτοτε τέρπομαι καὶ πάνυ ποθῶ τοῦ στηλιτεῦσαι καὶ κατάδηλα ποιῆσαι ἐπὶ πᾶσι, τὰς βδελυρὰς καὶ πολλὰς ὑμῶν αἱρέσεις.