Patrologia Graeca 100
893-894
ἐπων ἀξίαν, Ἀεόντιος δὲ ὁ τῆς πόλεως ὑπαρχος, 'Ἀναστάσιός τε ὁ τὴν οἰκονομίαν τοῦ μεγίστου Ιεροῦ, ᾧ σοφία ὁ θεῖος λόγος ἐπώνυμον, τῶν πραγμάτων πεπιστευμένος' τούτους παραλαθῶν Σαΐτος καὶ ἄρας ἐκ Καλχηδόνος ὁπίσω ἀπήλαυνε καὶ πρὸς τὰ Περσικὰ ἡθη ἐχώρει· καὶ ἔως μὲν τῆς 'Ρωμαίων ἐπέθαινε γῆς, διὰ τιμῆς ἤγε καὶ θεραπείας ἡξίου, τῇ Περσικῇ δὲ ἐμβαλῶν πέδας τὰς ἐκ σιδήρων αὐτοῖς περιθέμενος δεσμώτας; παρὰ Χοσρόην ἐκώμτσε. Χοσρόης δὲ ἐπεὶ ἔγνω ὡς Σαΐτος 'Ηράκλειον ὡς βασιλέα εἴδέ τε καὶ τετίμηκεν, ἀλλ' οὐ δορυάλωτον ἐλὼν ὡς αὐτὸν ἤγαγεν (ἐν τούτῳ γὰρ αὐτῷ τὰ τῆς ἐλπίδος ὡνειροπολεῖτο καὶ ἔκειτο), μεγάλα τε ἐπ' αὐτῷ ἠγανάκτει καὶ τέλος εἰς ἀσκὸν αὐτῷ ἀπέδειρε τὴν δορὰν, πικρὸν αὐτῷ καὶ βίαιον καταστήσας τὸν θάνατον. 'Ρωμαίων δὲ τοὺς πρεσθευτὰς ἰδία διαστείλας ὡς ἔκαστον φρουραῖς ἀσφαλεστάταις ἀπέθετο καὶ ἐκάκου τὰ μέγιστα.
Ταῦτα οὐ μικρῶς ἡνία τὸν βασιλέα καὶ ἐπετάραττεν. 'Εφ' οἴς καὶ λιμὸς τηνικαῦτα τῇ πολιτεία ἐπεφύη βαρύτατος· οὐ γὰρ ἡ Ἀίγυπτος αὐτοῖς τὸ λοιπὸν ἐπεσίτιζεν, ἐξ οἴ καὶ τὰ πλεῖστα (32) τῶν βασιλειῶν ἐπελελοίπει σιτηρεσίων. 'Εν τούτοις καὶ νόσος λοιμώδης τοῖς ἐν τῇ πόλει ἐπισκήψασα θανάτῳ τὰ πλήθη τὰ ἐν αὐτῇ διέφθειρεν. 'Ων ἀπάντων ἔνεκεν πολλὴ δυσθυμία καὶ ἀπορία τῷ κρατοῦντι περιεκέχυτο. Καὶ οἴχεσθαι διὰ ταῦτα (33) πρὸς Ἀιθύην βουλομένῳ ἤν. Καὶ αὐτόθι χρήματα τέως πλεῖστα, χρυσόν τε καὶ ἄργυρον καὶ λίθων τοὺς τιμιωτάτους, προῦπεμπεν· ὧν οὐκ ὁλίγιστα καταίροντα κλύδωνι μεγίστῳ περιπεπτώκει καὶ τοῖς ποντικοῖς ῥείθροις βρύχια γέγονεν. Ταῦτα τοίνυν τῶν πολιτῶν αἰσθόμενοι, ὡς δυνατὰ ἤν αὐτοῖς, διεκώλυον. 'Ο γοῦν ἰεράρχης (3ὶ) ἐπὶ τοῦ Ιεροῦ τοῦτον καλίσας ὅρκοις ἐνταῦθα περιεδέσμει ὡς ἤκιστα τῆς βασιλευούσης ἐξίστασθαι. Οἴς εἴξας τὰς μὲν παρούσας τύχας ἀπωλοφύρετο, τὰς δὲ γνώμας τὰς αὐτῶν καὶ οὐκ ἐθελοντὴς ἔστεργε.
Χρόνος δέ τις παρώχετο, καὶ ὁ τῶν Οὔννων (35) τοῦ ἔθνους κύριος τοῖς ἀμφ' αὐτὸν ἄρχουσι καὶ δορυφόροις ἄμα εἰς Βυζάντιον εἰσήει, μυεῖσθαι δὲ τὰ Χριστιανῶν βασιλέα ἐζήτει. 'Ο δὲ ἀσμένως αὐτὸν ὑπεδέχετο, καὶ οἱ 'Ρωμαίων ἄρχοντες τοὺς Οὔννικοὺς ἄρχοντας καὶ τὰς ἐκείνων γαμετὰς αἰ τούτων αὐτῶν τῷ θείῳ λουτῷ ἐτεκνώσαντο σύζυγοι. Post hæc aliquanto temporis elapso, Hunnorum rex cum procerum suorum ac satellitum stipatu Byzantium pervenit, et ab imperatore Christianis sacris initiari se petiit. Quo libenter excepto, Hunnorum principes a Romanis principibus et illorum conjuges ab horum conjugibus de sacro fonte suscepti sunt. Inde illos omnes divinis mysteriis
VARIÆ LECTIONES.
αὐτῶν ] αἴ ?
PETAVII NOTÆ.
Cedrenus 70 ex magnatibus profectos asserit: sed Demerperam. Expungenda enim littera o, ut et apud Theophanem, quæ numerum illum apud Gæcos indicat. Anastasius porro in eodem Chronico πρεσθέτερος καὶ σύγκελλος nominatur.
(32) 'Εξ οὔ καὶ τὰ πλεῖστα. Chronicon Alexandrinum: Τούτῳ τῷ ἔτει ἀπητήθησαν οἱ κτήτορες τῶν πολιτικῶν ἄρτων διὰ γραφῆς κλθ' ἔκαστόν νομίσματα γ'. Καὶ μετὰ τὸ παρασχεῖν πάντας εὐθέως τῷ Ἀὐγούστῳ μηνὶ τῆς ς' ἰνδικτιῶνος ἀνηρτήθη τελείως ἡ χορηγία τῶν αὐτῶν πολιτικῶν ἄρτων. liaque indict. 6, a. Heraclii 8, mense Augusto, hoc est Christi 618, annona suppressa est.
(33) Καὶ οἴχεσθαι διὰ ταῦτα. Nihil apud alios
Descriptores de ejusmodi Heraclii consilio legere memini.
(34) 'Ο γοῦν ἰεράρχης. Cansam aperit hæc historia, quam cateri dissimulant, cur jurejurando se populo Heraclins obstrinxerit. De quo Theophanes anno Heraclii 12: Πιστὰ δὸς τῷ λεῷ ὡς σὺν αὐτοῖς μέχρι θανάτου ἀγωνίσηται καὶ ὡς τέκνοις οἰκείοις τούτοις συναρμόσηται. Paulus Diaconus: Juramentu dans populo, quod cum ipsis usque ad mortem foret certaturus et tanquam propriis fliis adhæsurus.
(35) Καὶ ὁ τῶν Οὔννων. De Hunnorum adventu tacent Cedrenus ac Theophanes. Sigebertus a. 623: Heraclius imperator Hunnis confæderatur.