Patrologia Graeca 100
961-962
μηνὸς Αὐγούστου πάντα τὰ τε ἱππικὰ καὶ πλόῖμα A quentis mensis Augusti Saracenorum equitatus tῶν Σαρακηνῶν ἐκστρατεύματα τῆς βασιλευούσης ἀπεχώρουν, πλείστας ναῦς ἀποδαλόντες ὑπό τε ζάλης καὶ ἀνέμων ἀγρίων καταληφθείσας, καὶ πολλῶν μὲν εἰς τὰς νήσους ἄχρι καὶ εἰς Κύπρον σκεδασθεισῶν, ἐτέρων δὲ καὶ αὐτάνδρων τῷ βυθῷ παραδοθεισῶν. 'Αρτέμιος δὲ ἐν Θεσσαλονίκη ἐξόριστος ῶν πάλιν πειρᾶται τῆς βασιλείας ἐπικρατήσειν, καὶ ἐπεχείρει τοιάδε πράττειν Γράφει πρὸς Σισιννίον πατρίκιον τὸ ἐπίκλην 'Ρενδάκιον, πρὸς τῇ τῶν Βουλγάρων διατρίδοντα χώρᾳ παρὰ βασιλέως τηνικαῦτα ἀποσταλέντα ὡς ἂν συμμαχίαν παρ' αὐτῶν κατὰ τῶν Σαρακηνῶν λήψοιτο, ὅπως αὐτῷ τὰ κατὰ γνώμην συμπράξειεν, ἀναπείσοι δὲ καὶ Βουλγάρους συνεργήσειν αὐτῷ. 'Ο δὲ τοῦτο ὑπέσχετο. Γράφει δὲ καὶ πρὸς Νικήταν τὸν μάγιστρον τὸ ἐπίκλην Ξυλινίτην, ἐν Κωνσταντινούπολει ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς 'Ισώην πατρίκιον καὶ τοῦ λεγομένου βασιλικοῦ 'Οψικίου ἡγεμόνα, καὶ Θεοδόσιον (22) τὸν πρώτιστον τῶν βασιλικῶν γραμματέων καθ' οῦς ἐδασίλευε χρόνους γενόμενον, καὶ Νικήταν ἐπίκλην 'Ανθρακα ἄρχοντα τειχῶν, παλαιᾶς φιλίας ἀναμιμνήσκεσθαι, καὶ ἐτοίμους εἴναι συντρέχειν αὐτῷ καὶ τὴν πόλιν ἀνοιγνύναι καὶ ὡς βασιλέα ὑποδέχεσθαι. Τὰ γραφέντα οὔν εὐθὺς τῷ βασιλεῖ διαγινώσκεται, καὶ τοὺς τὰ γράμματα δεξαμένους χειροῦται καὶ πληγαῖς αἰκίζεται, καὶ αὐτοὶ ὁμολογοῦσι. Καὶ Νικήτα μὲν τοῦ τὴν ἀξίαν μαγίστρου καὶ Θεοκτίστου τὰς κεφαλὰς ἐξέτεμε, τοὺς δὲ ἄλλους οὐ μικρῶς αἰκισάμενος καὶ δημεύσας ἐξορίαις ἀπέπεμψεν' . 'Αρτέμιος δὲ ἄμα Σισιννίῳ τῷ πατρικίῳ καὶ τοῖς Βουλγάροις μέχρις 'Ηρακλείας καταλαμβάνει, σὺν αὐτοῖς δὲ καὶ ἄπερ ἤγον' ἐν Θεσσαλονίκη ἀκάτια· μονόξυλα δὲ αὐτοὶ προσαγορεύουσι. Γράφει δὲ Βουλγάροις ὁ βασιλεὺς ὡς τὴν εἰρήνην μᾶλλον ἀσπάσοιντο καὶ τοὺς ἐχθροὺς προδοῖεν. Οἱ δὲ εἰς ἀπολογίαν κατέστησαν συγγνώμην αἰτήσαντες καὶ τὰ πρὸς εἰρήνην ὑπισχνούμενοι. Καὶ τὸν μὲν 'Αρτέμιον σὺν τῷ ἀρχιερεῖ Θεσσαλονίκης καὶ ἄλλους πλείστους δεσμώτας πρὸς βασιλέα πέμπουσι, καὶ Σισιννίου τοῦ πατρικίου τὴν κεφαλὴν ἐκτεμόντες ὡσαύτως στέλλουσιν, οὔτως τε πρὸς τὴν ἐαντῶν ἀπεχώρουν. 'Αρτέμιον δὲ σὺν τῷ ἀρχιεπισκόπῳ παραλαδῶν ἐν τῷ λεγομένῳ Κυνηγίῳ ἀπέτεμεν. 'Ιππικὴν δὲ ἄμιλλαν ἐπιτελέσας τῶν ἀποτμηθέντων τὰς κεφαλὰς διὰ τοῦ 'Ιπποδρομίου ἐπὶ κοντῷ ἀνηρτημένας' ἐξεπόμπευε. Τοὺς δὲ ἄλλους πάντας αἰκισάμενος καὶ τὰς ῥῖνας αὐτῶν ἐκτεμὸν καὶ δημεύσας ὑπερορίαις κατεδίκασε.
Ταῦτα οὔν καταπραξάμενος προσκαλεῖται Γερμα- [An. 720.] Hæc ubi facta, Germanum patriarcham
VARIÆ LECTIONES.
παρέπεμψεν; f. εἴχον Petavius. ἀπηρτημένας P: cf. p. 5 12, 55 12, 42 4.
PETAVII NOTÆ.
(22) Θεοδόσιον. Theophanes Theoctistum hunc appellare videtur, aumo Leonis 3, πρωτοσασχρήτην, hoc est primum a secretis. Imo etiam paulo post Nicephorus Theoctistum eumdem appellat. Fuerunt Cpoli notariorum ordines 3: alii notarii tribuni, tribunis pratorianis æquati; alii domestici, qui imperatori a secretis erant; tertii inferiores tribuni
notarii. Vide not. imp. Cassiodorus l. 1 Var. 4: Pater enim Candidatus sub Valentiniano principe gessit tribuni et notarii laudabiliter dignitatem. Honor qui tunc dabatur egregiis, dum ad imperiale secretum tales constet eligi in quibus reprehensionis vitium nequeat inveniri: itaque ὁ πρωτοσασχρήτης est πρώτιστος τῶν βασιλικῶν γραμματέων.