Patrologia Graeca 100
993-994
πρὸς ἀνατολὰς οἰκοῦντας βαρδάρους ἀκηκοῶς περὶ A ditione occupatis aliquot castellis eosdem illos in toὺς οἰκείους ἡγεμόνας διαστασιάζοντας καὶ πρὸς τὸν ἐμφύλιον πόλεμον ἀσχολουμένους, λῃστρικώτερόν πως μάλλον ἢ στρατηγικώτερον ὡς λυσσῶν ἐπιὺν τοῖς 'Αρμενίας καὶ Συρίας χωρίοις, τῶν ἐκείνοις φρουρίων αἰρεῖ ὁμολογία τῶν προσοικούντων καὶ ἐπὶ τὴν Θράκην αὐτοὺς μετήγαγε. Τοιαῦτα μὲν οὖν τὰ ἐκείνου ἀνδραγαθήματα καὶ τὰ κατ' ἐχθρῶν σχεδιαζόμενα τρόπαια. Τοιαῦτα καὶ τὰ κατὰ τῆς ἀληθείας καὶ εὐσεδείας νεανιεύματα. 'Απηναισχύντησεν γὰρ κατά τε τοῦ Θεοῦ μανεὶς καὶ κατὰ τῶν ἱερῶν ἀνδρῶν τῶν ὥσπερ αὐτῷ ἀναθημάτων προσηκόντων. Καὶ τὸ ἀγγελικὸν δὴ τοῦτο καὶ ἀποστολικὸν τοῦ μοναχικοῦ βίου σχῆμα βδελυττόμενος ὁ θεομισής τε καὶ βέθηλος, ἐπώνυμον τῆς θεοσεδείας, τὸ ἀμνημόνευτον αὐτοῖς ἐπέγραψεν δνομα. Βδέλυγμα γὰρ ἀμαρτωλῶν θεοσέθεια, καὶ ὁ ὅσιος ἀκάθαρτος παρὰ κακούργοις. Οἴα δὲ πρὸς αὐτοὺς τυραννίδα ἐπιὺν ὁ τύραννος ἔδρασε, τίς ἄν, ὡς ἔφην, ἀξίως διηγήσηται; τάς τε γὰρ παρὰ Θεῷ ἐπηγγελμένας αὐτοῖς ὁμολογίας καὶ συνθήκας ἀθετεῖν ἐκθειαζόμενος, καὶ τὸ ἱερὸν σχῆμα ἀποῥῥίψαντας τὸ τῶν λαῖκῶν ὁ παράνομος ἐνομοθέτησε μεταμφιέννυσθαι. Τὰ δὲ εἰς δόξαν τοῦ Θεοῦ ἱδρυμένα μοναστήρια στρατιωτῶν οἰκητήρια καὶ ἱπποστάσια καὶ κοπρῶνας ὁ κοπρόνους καὶ κοπρώνυμος πεποίηκεν. Εἴτα πρὸς τῷ τέλει τῶν κακῶν καὶ τοῦ θεοστυγοῦς αὐτοῦ βίου γενόμενος, καὶ πυρετῶν ὁξύτητι καὶ φλογώσεσι καταπιμπράμενος, τῆς ἐκδεξομένης αὐτὸν γεέννης προδήλως τὴν φλόγα προθεώμενος κατωπτρίζετο καὶ τοῦ ἀκοιμήτου σκώληκος τὰ δήγματα, C σύντονόν τε καὶ γεγωνότερον ἐκδοῶν ἐνδελεχέστατα τῆς γεέννης ταῦτα τὰ προαύλια καὶ προοίμια. Ταύταις οὖν καὶ τοσαύταις εὐπαθείαις ἐπαναπαυσάμενος· ὑφ' ὧν δὴ καὶ Διοκλητιανόν τε καὶ Μαξιμίανὸν συντελεσθέντας ἀκούομεν, οῦτω κακῶς καὶ ἀθλίως ἀπολλύμενος καταστρέφει τὸν αἴσχιστόν τε καὶ κάκιστον βίον ὁ ἄσπονδος τοῦ Χριστοῦ καὶ τῶν ἀγίων αὐτοῦ πάντων ἐχθρὸς καὶ πολέμιος δυσμενέστατος. »