Patrologia Graeca 100

by Jacques-Paul Migne

1101-1102

κάποι μου, καὶ ἄγες πάσας τὰς ἀμαρτίας μου. Τούτοις καὶ άλλοις πλείσσι παρακλητικοῖς λόγοις ὁ παμμάκαρ Πατὴρ ἡμῶν Στέφανος φωταγωγῶν, οῦς ἐν Κυρίῳ ὥδινεν παῖδας, τὸ καθεκάστην ἐνδελεχῶν οὐκ ἐπαύετο, αὕξων αὐτὸὺς πρὸς τὴν 'τῆς σωτηρίας ἀποκατάστασιν.

Μέχρι δὲ εῖκοσι τῶν φοιτητῶν γεγονότων τῷ Α Cum vero viginti numero facti fuissent discipuli, ἀριθμῷ, Μαρῖνον τὸν θεοστήρικτον ἄνδρα εἰς τὰ τῆς οἰκονομίας καὶ πάντα τὰ τῆς μονῆς ὁ παμμάκαρ προεστήσατο· αὐτὸς δὲ σκληροτέραις ἐαυτὸν ἐπέδαλε διαγωγαῖς, τὸ θυμῆρες ἔχων στενωτέρως ἐαυτὸν καθεῖρξαι παρὰ τὴν τοῦ σπηλαίου στενομονίαν. Τῆς γὰρ κεφαλῆς τοῦ ὅρους ἐκ παμμεγέθους πέτρας κορυφουμένης, καὶ ὡς φάραγγος κοίλην πρὸς τὸ νότιον ἐχούσης μέρος, ἐν ὕ τό τε μοναστήριον καὶ τὸ θεόκτιστον σπήλαιον σύγκειται, ὑποσκεπόμενόν ἐστι καὶ ἀχείμαστον ἀπὸ τῶν χειμερίων ἀνέμων τοῦ τε Βορβᾶ καὶ Λιδὸς (δ), διὰ τὸ, ὡς προείρηται, τῇ κορυφουμένῃ πέτρα καλύπτεσθαι. Ταύτην οὖν τὴν κορυφὴν περινοστησάμενος ὁ παμμάκαρ Πατὴρ ἡμῶν Στέφανος, οἰκοδομεῖ ἐν αὐτῇ κελλίον πάνυ βραχύτατον εἰς τε τὸ μῆκος καὶ εὖρος, ὕψος τε καὶ βάθος, τοῦ πλαγιόθεν σπηλαίου, ὡσεὶ μιᾶς πήχεως καὶ ἡμίσεως τὸ εὖρος, ὡσεὶ δύο δὲ τὸ μῆκος· καὶ πρὸς τὸ ἔῷον μέρος, ἐκτυποῖ προσευχῆς κογχάριον ἔχον τὸ ὕψος, ἔτι μόνον συγκύπτων στήκειν ἡδύνατο τὸ μέχρι τοῦ νῦν σωζόμενον· τὸ δὲ άλλο ἄπαν τῇ ἀχειροτεύκτῳ στέγῃ τοῦ οὐρανοῦ καλύπτεσθαι θέλων ἀἱεὶρόφωτον τοῦτο παρείασεν. Τοιοῦτον δὲ τοῦτο στενόχωρον καὶ φοδερὸν ἐποίησεν, ὥστε τοὺς καθορῶντας τὸ τοιόνδε λέγειν μνῆμα μόλις εἴναι πρὸς τὴν τοῦ δυστήνου σαρκίου τούτου ταφὴν, ἡ οἰκητήριον πρὸς ἀνάπαυσιν μονῆς· καὶ μὴ τις ὑπολάδοι τὸ τῶν μεμψιμοίρων αἰρετικῶν, ὡς ὑπὰρ τοὺς προγεγονότας Πατέρας τοῦτον πεφρονηκέναι. Καὶ γὰρ λόγος τις ἐν τῷ τοῦ προπάτορος Αὐξεντίου θεαρέστῳ βίῳ ἐμφέρεται τὸν κλουδὸν (δ) τῆς αὐτοῦ ἀσκήσεως ἐν αὐτῇ τῇ κορυφῇ ἔχειν, ἔνθα οὔτος ὁ νέος Ἑλισσαῖος τοῦ παλαιοῦ Ἡλίου ὡς ἐν ὅρει Καρμηλίῳ, τὴν στενωτέραν μηλωτῆς σκηνὴν ἔπηξεν καὶ οὔτος ὁμοίως ἐξισοῦσθαι τῷ θεοφόρῳ Αὐξεντίῳ ἥθελεν, ὑπὰρ γε τοὺς ἀναμέσον άλλους Πατέρας, διότι καὶ ὑπὰρ αὐτὸὺς νεωτέραν ἤγεν τὴν ἡλικίαν· τὸν τεσσαρακοστὸν δεύτερον γὰρ χρόνον ἡλαυνεν τότε, ὅτε τῇ κορυφῇ τοῦ ὅρους μετετέθη.

Τῶν δὲ αὐτοῦ φοιτητῶν μὴ γινωσκόντων τοῖνεκα τὸ τοιοῦτον κτίσμα γέγονεν, ἐν λυγαίῳ καιρῷ περὶ τὰς μεσονυκτίους ῶρας, τὸν θεοστήρικτον Μαρῖνον μόνον φωνήσας, καὶ τούτῳ τὸν σκοπὸν ἀναθεὶς ὁ Πατὴρ, ὡς ἀγαπητῷ τέκνῳ, ἄμα αὐτῷ τοῦ σπηλαίου ἀπάρας, εἰς ἐκεῖνο τὸ φοδερώτατον εἰσέδυ ταφσειὸς οῖκημα. Ἔωθεν δὲ μετὰ τὴν ὅρθριον ὑμνῳδίαν, πάντων τῶν ἀδελφῶν κατὰ τὸ σύνηθες τὴν μετάνοιαν βαλόντων εἰς τὰ τοῦ σπηλαίου πρόθυρα, καὶ τοῦ εὐλογῆσαι τὸν ἄγιον αἰτουμένων, ἡ καθεκάστην ὁσημέραι συμπαθεστάτη φωνὴ τῆς εὐχῆς τοῦ Πατρὸς οὐκ ἐξηχεῖτο τοῖς εὐηκόοις αὐτῶν ὡσιν. Διαπορύν-

Ejus autem discipulis ignorantibus qua de causa hujusmodi ædificium factum fuerat, ipse obscuro tempore, mediam circiter noctem, divinitus protectum Marinum solum advocat, cui, ut dilecto filio, sua mente patefacta, una cum illo e specu discessit, et formidandam illam sepulcralem cellam subiit. 434 Mane vero cum universi fratres, peractis matutinis laudibus, ante speluncæ atria solitam inclinationem fecissent, et a sancto Patre benedictionem postularent, quotidiana orantis Patris vox mitissima attentis ipsorum auribus minime insonabat. Illi porro anxii, post multum tempus surgunt,

(4) Λιδός. Duo mss. λίδα. habent, quæ vox in Scriptura sacra, v. g. Exod. 27, v. 9. Num. 34. v. 3. et 5, etc. Austrum sive Meridiem significat. Hic tamen videtur proprie significare, ventum Africum obetum, de quo Seneca Quæst. natural. lib. 5, c. 16. Ab Occidente hiberno Africus furibundus et ruens,

apud Græcos λψ dicitur.

(5) Κλουδόν, i. caveam. Hinc κλουδὶ Græcis hodiernis est cavea. Eandem vocem circumflexa penultima sigillum verit Joannes Meursius in Glossario.