Patrologia Graeca 100

by Jacques-Paul Migne

1103-1104

et in antrum insiliunt. Verum aberat quiquærebatur. A tων δὲ αὐτῶν, καὶ μετὰ πλείστην ὥραν διαναστάντων, καὶ τῷ σπηλαίῳ εἰσπηδησάντων, οὐκ ἤν ὁ ζητούμενος. Διαμερισθέντων δὲ αὐτῶν τῷ νοῖ, καὶ δοξάντων ἀπολωλεκέναι τὸν Πατέρα, εἴτα καὶ διαλογιζομένων, τὰ χεῖρε πρὸς στόμα τε ἐρεισάντων, καὶ δακτυλοδεικτούντων αὐτῶν καὶ λεγόντων· Ἄρά γε προσδάτων ἀπάντων παρόντων ὁ ποιμήν πως ἀπελείφθη; τῆς ἐπὶ τὸ πρανὲς τοῦ βουνοῦ πορείας ζητητικῶς ἀπάραντες, ψχοντο δακρυῥῥοῦντες, καὶ στερνοπυγμαῖς ἐαυτοὺς καταθλίσοντες, ὡς τὸν πατέρα ἀπολέσαντες. Τούτων δὲ τῆς ὁδυνηρᾶς λύπης καὶ τῆς πρὸς τὸ κατωφρεὲς ταχυτῆτος αἰσθόμενος ὁ Πατὴρ, πραείᾳ καὶ προσηνεῖ τῇ φωνῇ τούτους προσεκαλεῖτο. Οἱ δὲ, ὡς ἰχθύες πρὸς τὸ δέλεαρ τῇ τοῦ ἀγκίστρου χαλάσει, οὔτω τῇ φωνῇ ἄρδην συστραφέντες, καὶ πρὸς αὐτὸν ἀναδραμόντες, καὶ ἕτι φέροντες ἐπὶ τῶν παρειῶν τοῦ κλαυθμοῦ τὰ λείψανα, μετ' οἰμωγῆς οὐ μικρᾶς κοντοπνευστὶ (6) πρὸς αὐτὸν ἔλεγον· Τί ταῖς σκληροτέραις καὶ θανατοποιοῖς ταύταις διαγωγαῖς ἐαυτὸν ἐπιδέδωκας, ταχὺ τὴν ὁρφανίαν ἡμῶν πραγματευσάμενος, Πάτερ; 'Ο δὲ τίμιος πρὸς αὐτοὺς ἀπεκρίνατο τὸ εὐαγγελικὸν ἐκεῖνο φάσκον λόγιον· ' Ὅτι, τεκνία, στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ διλίγοι εἰσὶν οἱ εὐρίσκοντες αὐτὴν. Παρευθὺ δὲ τοῦτον τὸν λόγον ἀκουτισθέντες οἱ ἀδελφοὶ, ἡσύχασαν τοῦτο μόνον ἐκλιπάρήσαντες, τὸ κὰν ὁροφωθῆναι τὴν στέγην τῆς κέλλης αὐτοῦ· ὁ δὲ ἀρκεῖσθαι ἕφη τῇ τῶν νεφελῶν τοῦ οὐρανοῦ σκέπεσθαι ὁροφῇ. Καὶ ἤν οὔτως τῷ τι θέρει καὶ χειμῶνι φλογούμενος καὶ ψυχούμενος· πρὸς δὲ τὴν ἔνδυσιν, εἴχεν διὰ σιδήρων τὸ σῶμα σταυροειδῶς ἐγκεκλεισμένον, ἀπό τε τῶν ὥμων ἔως τῆς ὁσφύος ἐγκυκλικῷ ζωστῆρι ἐτέρῳ σιδήρῳ καθηλωμένῳ ἐξ ἀμφοῖν τῶν ἐτέρων μερῶν, καὶ ὑπὸ τῶν μασχαλῶν ἐτέραν περικαλύπτεσθαι περιζω-

στρίδα σιδηρᾶν, ἐν ἦ τὰ μέσα τῶν κατιόντων ἐκ τῶν ὥμων καθήλωτο σιδήρων· τὸν δὲ χιτῶνα εἴχεν δερμάτινον καὶ μόνον, τότε ἄγιον κουκούλλιον, καὶ τὸν σταυροφόρον ἀνάλασον, ὁμοίως καὶ τὴν ἱερὰν ἐπωμίδα τοῦ μοναχικοῦ σχήματος· εἰς δὲ τὸ ἀνακλίνεσθαι ψιάθιον καὶ μόνον, κατὰ τὸν τύπον τοῦ θεοφόρου ' Ἰωάννου τοῦ γεγονότος αὐτοῦ καθηγητοῦ.

In his ergo egregiis institutis inculpatam vitam dueente Patre, fieri non poterat, uti supra dictum est, ut ille, qui urbs erat in prægrandi et religioso monte fundata, absconderetur. Quapropter fax celeberrima omnibus effectus est, imprimis vero imperatoriæ urbis orthodoxis et piis civibus. Hinc plugimi illum utilitatis alicujus causa in monte conveniebant, qui ex solo aspectu convenienter ædificati, domum revertebantur, laudantes et glorificantes Deum. Inter eos quædam mulier e religiosis

Τούτου οὔν τοῦ ἀνεπιλήπτου Πατρὸς ἐν τούτοις ἀναστρεφομένου τοῖς προτερήμασιν, οὐκ ἤν, ὡς προλέλεκται, πόλιν αὐτὸν ὑπάρχοντα ἐπὶ τὸ εὐμέγεθες καὶ εὐσεδὲς δρος κρυσῆναι τεθεμελιωμένον. Διὸ καὶ περισθήτος λαμπτὴρ τοῖς πᾶσιν ἀνεδείχθη, μάλιστα τοῖς ἐν τῇ βασιλευούσῃ πόλει οἰκοῦσιν ὁρθοδόζοις καὶ εὐσεδέσιν. Καὶ πολλὸ πρὸς αὐτὸν παρασκάλλοντες ἐν τῷ δρει ὡφελείας χάριν, ἐκ μόνης τῆς θέας τὰ εἰκότα οἰκοδομούμενοι, ὀπισθόρμητοι ἐπαλινοδοῦσαν τ' οἰκαδε, αἰνοῦντες καὶ δοξάζοντες

Matth. vii, 14.

VARIÆ LECTIONES.

al. μέλος τὸ φάσκον. al. ψιάθης. al. πάλιν ψχοντο.

NOTÆ.

(6) Κοντοπνευστί. Quasi diceres brevi spiritu, i. cum anhelitu. Nam κοντός, unde hæc vox componitur, apud Græcos mediæ et infinæ ætatis idem est ae brevis, aretus. In duobus mss. legitur κενδοπνευστί. Sed id ex pronuntiatione contigisse arbitror,

qua τ ut δ vulgo pronuntiatur. Hinc in mss. voces quantumvis diversæ, quæ eodem modo vulgo efferuntur, non raro eodem etiam modo scribuntur, ut οι, υ, ι, η, ει· τ, θ· αι, ε· 6. υ, etc.